
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
ἀναλέγεται. γεγραφότων δὲ αὐτῶν ἀδιορίστως τὰ πλεῖστα,
καὶ μέντοι καὶ διαφερομένων ἐν πολλοῖς, εἰκότως καὶ
αὐτὸς ἄλλοτε ἄλλης γίνεται γνώμης, καὶ μᾶλλον ὅταν ὑπ’
αὐτῶν τῶν βοηθημάτων ἐνίοτε μὲν ὠφελουμένους ὁρᾷ τοὺς
στομαχικοὺς, ἐνίοτε δὲ βλαπτομένους, καθάπερ ἐπὶ τῆς προκειμένης
ἱερᾶς, ἣν οἱ νῦν ἰατρεύοντες ἐν Ῥώμῃ σχεδὸν ἅπαντες
ὀνομάζουσι πικρὰν, ἐπειδὴ τὸ τῆς ἱερᾶς ὄνομα τῷ διὰ
τῆς κολοκυνθίδος ἐπιφέρειν ἐδικαίωσαν. οἱ δὲ πρὸ ἡμῶν ἰατρεύσαντες
ἐν Ῥώμῃ τὰς δύο καλοῦντες ἱερὰς προσέθεσαν
αὐταῖς ἕνεκα διαστολῆς, τῇ μὲν ἑτέρᾳ τὸ διὰ κολοκυνθίδος,
τῇ δ’ ἑτέρᾳ τὸ δι’ ἀλόης, οὕτω γράφοντες ἱερὰ ἡ διὰ κολοκυνθίδος,
ἱερὰ ἡ δι’ ἀλόης. ἡ τοίνυν διὰ τῆς ἀλόης ἱερὰ
σκευάζεται διττῶς, ὑπὸ μὲν ἐνίων, ὥσπερ καὶ ἡ τοῦ Ἀνδρομάχου
πρὸς ἑκατὸν δραχμὰς τῆς ἀλόης, μιγνυμένων ἑκάστου
τῶν ἄλλων δραχμῶν ἓξ, ὑπὸ δὲ ἐνίων τε οὐχ ἓξ, ἀλλ’
ὀκτώ. τινὲς δὲ τῆς ἀλόης εἰς ὀγδοήκοντα δραχμὰς ἓξ τῶν
ἄλλων μιγνύουσιν. οἱ μὲν οὖν πλεῖστοι τὰ μιγνύμενα τῇ
ἀλόῃ φάρμακα τὸν ἀριθμὸν ἓξ καὶ τὸ καλούμενον ἄνθος
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]