
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
κατ’ ἄλλας συμμετρίας. καὶ οἷς μὲν ἤρκεσεν ἐκ τριῶν ἢ τεττάρων
ἁπλῶς συντεθὲν φάρμακον, ἔνιοι δὲ εἰς ἀριθμὸν ἐξέτειναν
πλείονα, καὶ τινὲς μὲν, ὡς εἴρηται, τῆς μαλακωτάτης
τε καὶ παρηγορικωτάτης ὕλης ἐποιήσαντο τὴν σύνθεσιν τῶν
ἀρτηριακῶν δυνάμεων, ἔνιοι δὲ ἔμπαλιν τούτοις δριμείας καὶ
θερμῆς καὶ ῥυπτικῆς καὶ ξηραινούσης ἱκανῶς, εἰσὶ δ’ οἳ καὶ
τρίτον εἶδος, ὃ μέσον ἀμφοῖν ἐστι· καὶ μετὰ τούτους ἄλλοι
μὲν ἐν τῷ μεταξὺ τοῦ μέσου τε καὶ μαλακωτάτου, ἄλλοι
δὲ ἐν τῷ μεταξὺ τοῦ τε δριμυτάτου καὶ τοῦ μέσου· καὶ κατὰ
ταὐτὰ πάλιν αὐτὰ τινὲς μὲν μᾶλλον, τινὲς δὲ ἧττον ἀποχωρήσαντες
τῶν μέσων τῇ δυνάμει φαρμάκων, διαφόρους
ἐποιήσαντο τὰς συνθέσεις. τούτοις ἅπασιν ὀρθῶς χρήσεται
μόνος ὁ τὴν δύναμιν ἑκάστου τῶν ἁπλῶν ἐπιστάμενος, αὐτὸς
γὰρ γνώσεται καὶ τὴν τάξιν τοῦ φαρμάκου κατὰ ποίαν
ἀπόστασίν ἐστι τῶν μέσων. ἔγραψαν μὲν οὖν καὶ οἱ πρὸ
Μαντίου τε καὶ Ἡρακλείδου φάρμακα τοιαῦτα καὶ οἱ μετὰ
αὐτούς. πολὺ δὲ βελτίω τοῖς εἰρημένοις ἀνδράσιν ἢ αὐτοῖς
συντιθεῖσιν ἢ παρ’ ἑτέρων λαβοῦσι γέγραπται διὰ τῶν συγγραμμάτων
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]