
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
δραχ. α΄. δοκεῖ μοι ταύτης τῆς δυνάμεως ὁ Ἀπολλώνιος
πεπειρᾶσθαι, θερμοτέραν διάθεσιν ἔχοντος τοῦ στομάχου,
καὶ οὕτως αὐτὴν ἀδιορίστως ἐπαινεῖν, οὐ δυναμένην
ἐπὶ τῶν ψυχρὰν ἐχόντων διάθεσιν ἁρμόττειν, ἐμψυκτικὸς γάρ
ἐστιν ὁ τοῦ ἀρνογλώσσου χυλός· ἡ δὲ ἐφεξῆς γεγραμμένη δοκεῖ
μοι συντίθεσθαι προσπταίσαντος ἐν τῇ τῆς προτέρας
χρήσει τοῦ συνθέντος αὐτὴν καὶ γνόντος ὡς ἐμψῦχον ἐποίησε
τὸ φάρμακον, εἶτα διὰ τοῦτο καστορίου τε προσθέντος
ὀλίγον καὶ ἀλόης τι κενοῦν δυναμένης καὶ μαστίχης ὡς
εὐστομάχου καὶ κρόκου καὶ σμύρνης ὡς πέπτειν δυναμένων.
διόπερ οὔτε τοῦτο τὸ φάρμακον οὔτε τὸ πρὸ αὐτοῦ
παραλάβοιμι ἂν ἐπὶ στομαχικῆς διαθέσεως, οὐδεμίαν ἰάσασθαι
καλῶς δυνάμενα πλὴν τῆς ἱκανῶς θερμῆς. ἔγραψε δ’
οὕτως αὐτό. ♃ ἀρνογλώσσου χυλοῦ ξηροῦ δραχ. ι΄. ἀλόης Ἰνδικῆς
δραχ. α΄. μαστίχης δραχ. α΄. κρόκου ὀβολοὺς β΄. ὀπίου τριώβολον,
καστορίου τριώβολον, σμύρνης δραχ. α΄. ἀνάπλασσε ἡλίκα
ἐρέβινθος. ὡσαύτως δὲ οὐδὲ τὸ ἐφεξῆς γεγραμμένον ἄνευ
διορισμοῦ καλῶς ἄν τις παραλάβοι κατὰ διάθεσιν ἄλλην, ὅτι
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]