De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
καὶ γυναιξὶν ἔμμηνα] ♃ Ἀλόης δραχ. ρ΄. μαστίχης γο α΄. κρόκου
γο α΄. νάρδου Ἰνδικῆς γο α΄. κινναμώμου γο α΄. καρποβαλσάμου
γο α΄. ἀσάρου γο α΄. κόπτε, σῆθε λεπτοτάτῳ κοσκίνῳ
καὶ φύλαττε ξηρὸν καὶ ἀδιάπνευστον. ἡ χρῆσις πρὸς
μὲν τὰς βραδυπεψίας καὶ τοὺς οὕτως ὑγιαίνοντας ὁλκὴ μία
μετὰ ψυχροῦ ὕδατος κυάθων δ΄. τοῖς δὲ χολὴν ἐμοῦσιν ἢ
ἄλλως πως ῥευματιζομένοις ὁλκῆς ἥμισυ. πρὸς δὲ τοὺς φλεγμαίνοντάς
τι τῶν ἐντὸς ἁρμόσει μεθ’ ὑδρομέλιτος διδόμενον.
ἐφ’ ὧν δὲ οὖρα κινεῖν προαιρούμεθα ἢ ἔμμηνα κατάγειν,
δίδομεν μετ’ οἴνου τὸ φάρμακον. ἔστι δὲ καταπαστόν.
ταῦτα μὲν ἔγραψεν ὁ Ἀσκληπιάδης ὑπὲρ τοῦ προκειμένου
φαρμάκου. σκεψώμεθα δὲ πρῶτον μὲν ἐν τοῖς περὶ τῆς ποσότητος
τῶν συνθέντων αὐτὴν φαρμάκων, ᾗ συνεφώνησέν τε
καὶ διεφώνησεν, εἶθ’ ἑξῆς περὶ τῆς ἐπαγγελίας τε καὶ χρήσεως
αὐτῆς. ἐν μὲν δὴ τῇ μίξει τῶν φαρμάκων συνεφώνησαν
ἀλλήλοις ὅ τε Ἀνδρόμαχος καὶ ὁ Ἀσκληπιάδης ἐν τῷ
τῆς ἀλόης ρ΄. ἐμβάλλειν δραχμάς. διεφώνησαν δὲ ἔν τε τῷ
τὸν Ἀσκληπιάδην ἁπλῶς ἀλόης γράψαι, τὸν δὲ Ἀνδρόμαχον
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]