
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
ἄκρατον. γενομένης δὲ ἀπεψίας μετρίας ποτὲ καὶ εὐκαταφρονήτου
πλείονα χρόνον ἐπὶ τῆς κλίνης ἠρεμητέον. εἰ δὲ
μὴ τὰ πράγματα ἐπιτρέποι, ἐφ’ ὅσον ἐνδέχεται, πᾶσαν διάτασιν
καὶ κόπον, ἔτι τε καῦμα καὶ ψῦχος καὶ θυμὸν ἐκφευκτέον.
ὀψιαίτερον δὲ τῆς συνήθους ὥρας ἐν ζεστῷ λουστέον.
ἔν τε τῷ προβαλανείῳ χλιαρὸν ὕδωρ πιόντες ἀπερευγέτωσαν
πάντα τὰ εἰς τὸν στόμαχον συναθροισθέντα φλέγματα,
ὀλιγοσιτίᾳ τε καὶ ὀλιγοποσίᾳ τῇ πρώτῃ χρήσθωσαν. εἰ δ’
εὔτονος ἡ φθορὰ τῶν σιτίων γένοιτο, δάκνοιντό τε τὸν στόμαχον
καὶ ἐρεύγοιντο αὐτὰ, ἔτι τε ναυτοῖεν, χλιαρῷ ποτίσας
ἀνάγκαζε ἐξερᾷν, μέχρι πᾶν τὸ διέφθορον καθαρισθῇ,
εἶτα ἐμβρέξας τὴν κεφαλὴν λιπαροῖς ὀθονίοις παρὰ πυρὶ θερμανθεῖσιν
ἢ τοιαύτῃ τινὶ ἀπεριέργῳ ἀγωγῇ, πυρία τὰ περὶ
τὸν στόμαχον καὶ ὑποχόνδρια παρηγορήσας τά τε ἄκρα λιπαρὰ
ψηλαφίᾳ ἢ καὶ κατειλησίᾳ λεάνας, ἐπὶ τοῦ κλινιδίου
ἠρεμεῖν ἐάσεις ἀσιτήσαντάς τε ἐξ ὅλου τῇ ἑξῆς, εἰ μηδὲν ἐπακολουθήσειεν
ἄτοπον. εὐτονοῦντας μὲν, ὡς προείρηται, λούσας
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]