
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
σπέρματος τριώβολον πότιζε. πάντα τὰ κατὰ τὸν στόμαχον
ἀλγήματα καὶ δυσαρεστήματά φασι παύειν κοχλίαν ὠμὸν
Λιβυκὸν καταπινόμενον ὅλον. ἀναλυομένου δὲ αὐτοῦ μόνου
καὶ ναυτιώδους τοῦ στομάχου γινομένου, θρίδακος λευκῆς
σπέρματος ὀλίγον μεθ’ ὕδατος κυάθων τεσσάρων ἢ ἑνὸς
πιεῖν δίδου, ἢ στρουθῶν ἀφόδευμα ξηρὸν ἐπιπάσσων, ὡς
ἄλφιτον, εἶτα ὕδωρ πίνοιεν, εἶτα οἶνον, ἢ μαστίχης Χίας κοχλιάριον
μετὰ ψυχροῦ ὕδατος, ἢ ἀπὸ πάγου νήστει καθ’
ἡμέραν δίδου καὶ μασώμενοι αὐτὴν συνεχῶς τὸν σίελον ἀποπτυέτωσαν.
ἢ κόνυζαν ξηρὰν μασάσθωσαν. εἰ δὲ πρὸς τῷ
πλάδῳ καὶ φλεγμονή τις εἴη, οἰνάνθην σὺν μελιλώτῳ ἢ ῥόδον
ξηρὸν μετὰ κηρωτῆς ῥοδίνης, ὀλίγον ἐχούσης ῥητίνης ἀποκεκαυμένης
ἐπιτίθει, ἢ ἀκακίας καὶ στυπτηρίας μηλείας ἴσα,
κηρωτῆς τῷ διπλῷ ἀναλαβὼν, ὡς μάλαγμα ἐπιτίθει. ἐπὶ δὲ
τῶν χολὴν μέλαιναν γεννώντων καὶ φυσωμένων τὸν στόμαχον
ἐπιτίθει τῷ στομάχῳ καὶ μάλιστα ἐν ταῖς ἐπιτάσεσι,
σπόγγους ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένους. μετὰ δὲ τούτους
εἰ ἐπιμένοιεν, στυπτηρίαν ὑγρὰν μετὰ χαλκάνθου λείου
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]