
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
ἀνὰ ὀλίγον πότιζε σὺν ὕδατι. ἢ ἀλόης δύο ὀβολοὺς
μετὰ οἰνομέλιτος ἢ οἴνου ἢ ὕδατος πότιζε. ἢ ἀβροτόνου καὶ
θύμου ἀνὰ δύο ὀβολοὺς σὺν οἴνῳ δὸς πιεῖν. διαδέσμοις δὲ
τῶν ἄκρων εὐτόνως χρῶ, κατ’ αὐτοῦ δὲ τοῦ στομάχου σικύαις
τε καὶ πυρίαις ποικίλαις. εἰ δὲ εὔτονος σφόδρα ἡ
διάτασις εἴη καὶ φλεβοτομία δραστήριον βοήθημα καὶ λύσις
κοιλίας διὰ βαλάνου. ἐφεξῆς τῶν προγεγραμμένων ἔγραψεν
ὁ Ἀρχιγένης περὶ τοῦ βουλίμου καὶ τοῦ λυγμοῦ τὰ ὑπογεγραμμένα.
τοὺς δὲ βουλιμιῶντας ἐν ταῖς ὁδοῖς ἢ ἄλλως πως
ἀνακτησόμεθα μὲν ὀσφραίνοντες ὄξει ἢ γλήχωνι, ἢ τῇ παρατυχούσῃ
γῇ βρέξαντες ὄξει ἢ μήλοις ἢ ἀπίοις ἢ τῶν ἄλλων
τῶν παρακειμένων. ἔτι δὲ ἀρτίδιον συνοσφραίνοντες
καὶ προσφέρεσθαι ἀναγκάζοντες, πρὸς ἕκαστον γὰρ τούτων
διεγείρονται ταχέως. πρὸς δὲ τούτοις ὕειον κρέας ὀπτὸν καὶ
ἑφθόν. καὶ καθόλου πᾶν τὸ τροφῶδες καὶ μάλιστα τὰ ὀσμὴν
κνισώδη καὶ εὐάρτυτον καὶ ἱκανὴν ἔχοντα. ταύταις γὰρ ταῖς
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]