
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
τῶν ἐναντίων ἐστὶν, ἐπειδὰν πλεῖστον ἀλλήλων ἀφέστηκε.
πλεῖστον δὲ ἀφέστηκε τῶν μέσων καθοτιοῦν γένος τὰ ἐπὶ
τοῖς πέρασιν ὄντα, ὡς τὰ ἐναντία πολλάκις μὲν τὰ αὐτὰ
φαίνεσθαι κατὰ τὰ πέρατα τοῦ κοινοῦ γένους, πολλάκις δὲ
ἐπαναβεβηκότων αὐτοῖς γενικωτέρων ἐναντίων, ὑπ’ ἐκείνων
περιέχεσθαι, αὐτὰ δὲ ἐκεῖνα πάντως διὰ τοῦτό ἐστιν ἐναντία,
διότι καθ’ ἓν γένος ὄντα πλεῖστον ἀλλήλων ἀφέστηκεν,
ὥστε καὶ τὰ τούτοις ὑποπεπτωκότα τὸ πρῶτον καὶ ἀνωτάτω
γένος κοινὸν ἴσχει. τοῦτο μὲν οὖν ἡμῖν ἅπαξ ἐνταῦθα
κατὰ τὸ πάρεργον εἰρημένον εἰσαεὶ μνημνονευέσθω πρὸς τὸ
μὴ δόξαι τινὶ διαφωνεῖν ἑαυτῷ, εἰπόντα ποτὲ μὲν ἕν τι πάθος
εἶναι ταὐτὸν ἀνθρώποιν δυοῖν, ποτὲ δὲ οὐχ ἓν οὔτε
ταὐτὸν, ἀλλ’ ἐναντία δύο. δυσκρασίαν γὰρ ἓν μέν τι πάθος
γενικῶς ὀνομάζουσι, τεμνόμενον δ’ εἰς ἐναντίας διαφοράς
ἔξεστι γὰρ, καθάπερ ἐνταῦθα εἴπομεν, οὕτως καὶ δύο καὶ
τρία καὶ πολλὰ κατὰ τὰς ἐν μέρει διαφορὰς ἐναντιωτάτας
ἀλλήλαις εἶναι καὶ κατὰ τοῦτο τῆς ἀτονίας τοῦ ἥπατος,
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]