
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
Ἐρασίστρατος ἡγεῖται παρέγχυμά τι καὶ οὐκ αὐτὸ τὸ κυριώτατον
εἶναι μόριον τοῦ σπλάγχνου. γίνεται δὲ ἡ δυσκρασία
καὶ κατὰ τὰς περιεχομένας ἐν αὐτῷ φλέβας τε καὶ ἀρτηρίας
καὶ δηλονότι καὶ κατὰ τὰς ἐν ταῖς εὐρυχωρίαις αὐτῶν
ὕλας. ἔχοντος δὲ τοῦ σπλάγχνου τῶν ἐνεργειῶν, ἃς ἐνεργεῖ
κατὰ τὸν τῆς ζωῆς χρόνον, οὐ μίαν, ἀλλὰ πλείους δυνάμεις
καὶ τοσαύτας γε τὸν ἀριθμὸν, ὅσα τῶν ἐνεργειῶν εἴδη,
συμβαίνει πολλάκις μὲν ἐξαιρέτως μίαν αὐτῶν βλάπτεσθαι,
πολλάκις δὲ δύο καὶ τρεῖς καὶ πάσας ἅμα τὰς τέσσαρας.
ἐνέργεια γὰρ αὐτοῦ μία μὲν ἑλκύσαι τὴν τροφὴν ἐφ’ αὑτὸ,
μία δὲ ἄλλη περιστεῖλαί τε καὶ κατασχεῖν, ἄχρις ἂν ἀλλοιῶσαν
αὐτὴν ἑαυτοῦ ποιήσηται μόριον. ἔστι γὰρ οὖν δὴ καὶ
αὕτη δύναμις αὐτοῦ κυριωτάτη τε καὶ σχεδὸν πρώτη πέττειν
τε καὶ μεταβάλλειν καὶ ἀλλοιοῦν καὶ ὁμοιοῦν ἑαυτῷ τὴν
τροφὴν, ἣν ὀνομάζομεν ἀλλοιωτικήν. ὅσα δὲ κατὰ τὴν ἀλλοίωσιν
τήνδε γίνεται περιττώματα τῷ σπλάγχνῳ, ταῦτα δι’
ἑτέρας δυνάμεως, ἣν ὀνομάζομεν ἐκκριτικὴν καὶ ἀποκριτικὴν
ἀπωθεῖται. δεδειγμέναι δέ εἰσιν αἱ δυνάμεις αἵδε πᾶσαι τοῖς
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]