
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
τοῦ σώματος ὑπάρχουσαι μορίοις, ἐν ἅπαντι τῷ τῆς ζωῆς
χρόνῳ. πάντα γὰρ ἕλκει τὸ οἰκεῖον ἑαυτῷ καὶ ἀποκρίνει τὸ
ἀλλότριον, ἀλλοιοῖ τε τὸ ἑλχθὲν, ἔν τε τῷ χρόνῳ, καθ’ ὃν
ἀλλοιοῖ, κατέχει τε καὶ σφίγγει. καλεῖται δὴ ἀλλοίωσις αὕτη,
μέχρι μὲν ἂν εἰς ὁμοιότητα τοῦ τρεφομένου μορίου μεταβάλληται,
πέψις, ὅταν δὲ ἤδη προστίθεται τῷ μορίῳ, θρέψις.
ὅταν μὲν οὖν ἕλκειν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τὴν
τροφὴν ἀτονήσῃ τὸ ἧπαρ, ὑγρὰ καὶ ἀνεκχύμωτα ἐκκρίνεται
διὰ τῆς ἕδρας. ἐὰν μὲν ἡ γάστηρ συνατονῇ τῷ πλάγχνῳ μὴ
πέττουσα καλῶς, ἠπεπεπτημένα, ἐὰν δὲ εὐρωσθῇ, πεπεμμένα
μὲν, ἀλλ’ ὑγρὰ διὰ τὸ μηδεμίαν ἢ βραχεῖάν γε τὴν ἐξ αὐτῆς
ἀνάδοσιν εἰς τὸ ἧπαρ γεγονέναι. ἐὰν δὲ ἕλκῃ μὲν τὸ ἧπαρ
ἐφ’ ἑαυτὸ τὴν ἐκ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων τροφὴν,
αἱματοῦν δ’ αὐτὴν ὑπ’ ἀτονίας ἀδυνατῇ, καθάπερ ἐν τῇ γαστρὶ
πολυειδὴς ἡ φθορὰ γίνεται τῶν ἀπεπτηθέντων, οὕτω
καὶ κατὰ τὸ ἧπαρ. καλῶ δὲ νῦν ἀπεψίαν μόνην, οὐ περιλαμβάνων
τῷ λόγῳ τὴν βραδυπεψίαν. εἰ δὲ βούλει, κᾀπειδὰν
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]