
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
τε καὶ σχοῖνος καὶ κάλαμος καὶ σμύρνα. ταῦτα γὰρ ἐμβέβληται
τῷ προκειμένῳ φαρμάκῳ κατὰ τὸν εἰρημένον ἄρτι
λογισμὸν καὶ τρόπον, ὥσπερ γε καὶ τῶν παρ’ ἡμῖν γενομένων
ὅ τε ἀσπάλαθος καὶ ὁ κρόκος, στυπτικόν τε καὶ πεπτικὸν
ὑπάρχον φάρμακον, ἐπανορθούμενόν τε σηπεδόνας.
ἡ δὲ σταφὶς εὐκαταφρόνητος μὲν εἶναι δόξει διὰ τὸ σύνηθες,
αὐτὸ δὲ τοῦτο αὐτὴν ἐργάζεται χρησιμωτέραν, ὅτι συνήθης
ἡμῖν οὖσα στυπτικὸν ἐπὶ τοσοῦτόν ἐστιν, ὅσου δεῖται τὸ
πεπονθὸς σπλάγχνον. ἔχει δὲ καί τι πεπτικὸν τῶν ἀπέπτων
χυμῶν, ἐπικρατητικόν τε τῶν κακοήθων, αὐτή τε δύσσηπτός
ἐστι καὶ προσέτι καθ’ ὅλην τὴν οὐσίαν οἰκεία τῷ
σπλάγχνῳ. μεμαθήκαμεν γὰρ ὡς αἱ τροφαὶ τοῖς τρεφομένοις
τὴν οἰκειότητα καθ’ ὅλην τὴν ἑαυτῶν οὐσίαν κέκτηνται, ὅπερ
ἐστὶ μέγιστον ἐν ταῖς τῶν τοιούτων παθῶν θεραπείαις, ὅσα
κατὰ δυσκρασίαν γένηται. κάλλιστα γὰρ ἐπ’ αὐτῶν ἐνεργεῖ
τὰ πρὸς τῷ τὴν δυσκρασίαν ἰᾶσθαι τρέφειν δυνάμενα, καὶ
διὰ τοῦτο καὶ ὁ οἶνος ἐπιτηδειότατός ἐστι τοῖς ἄνευ φλεγμονῆς
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]