
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
ἢ ἐρυσιπέλατος ἢ ἀποστήματος ἢ θερμῆς δυσκρασίας
κάμνουσιν. καὶ γὰρ τρέφει καὶ πέττει καὶ τονοῖ καὶ σηπεδόσιν
ἀνθίσταται, κᾂν δυσκρασία τύχῃ γεγονυῖα καθ’ ὑγρότητα
καὶ ψύξιν, ἀλύπως τε καὶ ἀσφαλῶς αὐτὴν ἰᾶται. τὰ
δ’ αὐτὰ καὶ τῷ μέλιτι πρόσεστι, πλὴν τοῦ μὴ συνάγειν
τὴν οὐσίαν τῶν σωμάτων οἷς ἂν ὁμιλῇ, ἀλλ’ ἀντὶ τούτου
διαῤῥύπτειν τε καὶ ἀναστομοῦν καὶ καθαρὰς ἐργάζεσθαι τὰς
διεξόδους, ἐπ’ οὖρά τε προτρέπειν οὐ μικρὰ βοηθήματα κέκτηται.
μέμικται δὲ ὑπὸ τοῦ συνθέντος τὸ φάρμακον καὶ
βδέλλιον, ἱκανῶς μαλάττον τε καὶ πέττον, ὡς ἐμάθομεν, ἔτι
τε μετρίως διαφοροῦν. ὁμοίως δέ πως αὐτῷ καὶ ἡ τερμινθίνη
ῥητίνη δύναμιν ἔχει πρὸς τὸ διαῤῥύπτειν τε καὶ διακαθαίρειν
τὰς στενὰς διεξόδους, ὧν καὶ αὐτῶν δεῖται τὸ θεραπευόμενον
σπλάγχνον, ὅπως αἱ συναναστομώσεις τῶν κατὰ
αὐτὸ φλεβῶν ἀναπεπταμέναι τε καὶ ἔκφρακτοι διαμένωσιν.
μεμαθήκαμεν γὰρ ὅπως ἡ ἔμφραξις ἐργάζεται τὰς σηπεδόνας.
ἔνιοι μέντοι τῶν συνθέντων τὰς τοιαύτας δυνάμεις, καθάπερ
καὶ πρόσθεν ἐπὶ τῶν στομαχικῶν ἐδείκνυτο, μίξαντες
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]