
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
δραχμὰς δ΄. καὶ αὕτη τῷ μὲν βραχύ τι παραστύφειν
καὶ ἅμα τροφή τις εἶναι χρηστὴ τῷ σώματι μέμικται προσηκόντως.
ἔχει δὲ καὶ τὴν τοῦ γλυκέος δύναμιν, οἵαν εἰρήκαμεν
ἐν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως·
κρόκου ὀβολοὺς δύο. ἐλάχιστον δηλονότι βέβληκε
τοῦ κρόκου ὁ συνθεὶς τὸ φάρμακον, ἐγγύς τε τοῦ
μηδὲν εἶναι πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν. εἰρήκαμεν δὲ
ὅτι πεττικῆς ὁ κρόκος ἐστὶ δυνάμεως μετὰ τοῦ καὶ στύφειν.
εἴρηται δ’, ὅτι καὶ ἡ στύψις συνάγει καὶ σφίγγει καὶ τονοῖ
τὰ σώματα. βέβληκε δὲ καὶ κοτύλης μέλιτος τέταρτον, ἀποχωρήσας
τοῦ τε γλυκέος οἴνου καὶ τοῦ ἑψήματος, ἀποκαθαίρειν
γὰρ τὸ σκευαζόμενον φάρμακον βούλεται, καθότι
προεῖπε τὰ ἐν θώρακι. ἐν δὲ τοῖς τοιούτοις φαρμάκοις τὰ
παχύχυμα κωλύει τὴν ἀνακάθαρσιν. ἔμιξε δὲ τούτοις τραγακάνθης
δραχμὰς δ΄. ἐκλεαίνοντος φαρμάκου τὰ τραχυνθέντα.
προεῖπον δ’ ὅτι βούλεται τὸ προκείμενον φάρμακον
ἀποκαθαίρειν τε καὶ ἐκλεαίνειν τὰ κατὰ τὸν θώρακα ὁ μὲν
γὰρ σκοπός ἐστιν ἐν τοῖς τοιούτοις λεπτῦναι καὶ ἀποῤῥύψαι
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]