De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
ἀκριβῶς ἐπανελθεῖν δύνασθαι τὸ ἄρθρον. εὐφώρατοι δὲ αἱ
διαφοραὶ τῶν λυπούντων χυμῶν εἰσι, ταῖς χροιαῖς καὶ τοῖς
συμπτώμασι καὶ τῇ πείρᾳ τῶν προσφερομένων φαρμάκων.
ἡ μὲν οὖν ἀπὸ τῆς χρόας διάθεσίς τε καὶ διάγνωσις αὐτῶν
ἅπασι γνώριμος, ἡ δὲ ἀπὸ τῶν συμπτωμάτων εἰ καὶ μὴ
πᾶσι μηδ’ ἐκ προχείρου σαφὴς, ἀλλ’ οὐδὲ χαλεπὴ γνωσθῆναι.
τὸ γὰρ χολῶδες αἷμα θερμασίας πολλῆς αἴσθησιν ἐργάζεται
τῷ κάμνοντι παροξύνεταί τε τῶν θερμαινόντων ἐπιτιθεμένων,
ὥσπερ αὖ πάλιν ὑπὸ ψυχόντων ἀνίεται. πρὸς δὲ
τὴν διάγνωσιν τοῦ λυποῦντος χυμοῦ συντελέσει σοι καὶ ἡ
προγεγενημένη δίαιτα, διὰ γυμνασίων ἢ ἀργίας γεγονυῖα καὶ
λουτρῶν ἐπὶ τροφαῖς ἢ πρὸ τροφῶν, ὥσπερ γε καὶ τούτων
τῶν γυμνασίων καὶ ἐδεσμάτων ἥ τε ποσότης καὶ ἡ ποιότης,
ἥ θ’ ὥρα τοῦ ἔτους καὶ ἡ κατάστασις τοῦ χωρίου, ὥσπερ γε
καὶ ἡ ἡλικία καὶ ἡ ἕξις τοῦ σώματος, ὧν ἁπάντων ἐν πολλοῖς
πολλάκις τὰς δυνάμεις διῆλθον. ἀρχὴ δὲ ἔστω σοι τῆς
θεραπείας ἡ τοῦ λυπεῖν εὑρεθέντος χυμοῦ κένωσις. εἰ μὲν
πληθωρικὸν εἴη τὸ σῶμα, φλεβοτομίας πρῶτον ἁπάντων
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]