Digital Corpus for Graeco-Arabic Studies

Galen: De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)

Kühn 1827

ἄλλα τοιαῦτα. μεταξὺ δὲ τοῦ μέσου καὶ τῶν ἄκρων ἑκατέρου πλείω φάρμακά ἐστι, τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον ἀποκεχωρηκότα τοῦ μέσου. περὶ ὧν ἐφεξῆς διοριῶ, τοὺς μὲν προσθέντας τινὰ διορισμὸν ἐπαινῶν, τοὺς δὲ ἁπλῶς προσγράψαντας οὐκ ἀποδεχόμενος. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν εἰσιν οἱ διορισμοὺς ἐλλιπεῖς ποιησάμενοι, ὁποῖός ἐστι καὶ τῶν γραψάντων, ἀρτηριακὴ ἡ πρὸς ἀποκεκομμένας φωνὰς, ἢ πάλιν, ἀρτηριακὴ ἡ πρὸς τοὺς βραγχωδῶς φθεγγομένους. τό τε γὰρ ἀποκεκόφθαι τὴν φωνὴν, ὅπερ ἐστὶ μὴ δύνασθαι φθέγγεσθαι, πλείοσιν αἰτίαις ἕπεται, τοῦτο μὲν τοῖς ἀπὸ κεφαλῆς χρονίσασι κατάῤῥοις, τοῦτο δ’ ἐμπύοις καὶ φθισικοῖς καὶ τοῖς ἐκ βοῆς μεγάλης καὶ πολλῆς παθοῦσιν, εἶτα μὴ καλῶς ἐκθεραπευθεῖσιν ἢ καὶ γεννωμένην ἔτι τὴν διάθεσιν ἔχουσιν. ὡσαύτως δὲ καὶ βραγχώδης ἡ φωνὴ γίνεται διά τε τὰς αὐτὰς αἰτίας καὶ διὰ ψυχροῦ πνεύματος εἰσπνοήν. ἡ μὲν οὖν διάθεσις ὁμογενής ἐστιν ἀφωνίας τε καὶ βράγχους, μεγέθει δὲ ἀλλήλων διαφέρει τὰ πάθη ταῦτα, σφοδρότερον μὲν καὶ δυσλυτώτερον διαβρόχων ὑγρότητι γινομένων τῶν

Work

Title: Galen: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 13

Pages: 1-361

Publisher: Cnobloch, Leipzig

Download