
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
δέχεσθαι τῷ λάρυγγι τὸ καταῤῥέον εἰς αὐτὸ, ἀνθιστάμενον
τῇ γινομένῃ βηχί. καρτερήσαντες γὰρ ὡς μὴ βῆξαι συγχωρήσουσιν
εἰς τὸν λάρυγγα καὶ τὴν ἀρτηρίαν καταῤῥυῆναί τι
τοῦ φαρμάκου. λαμπρὸν μέντοι σχεῖν τὸ φώνημα τοῖς οὕτω
θεραπευθεῖσιν ἀδύνατον ἄνευ τοῦ πάλιν χρήσασθαι φαρμάκοις
ἀδήκτως ῥύπτουσιν, ὁποῖόν ἐστι τό τε κυάμινον
ἔτνος καὶ ἡ πτισάνη καὶ τὸ πεφωγμένον λινόσπερμα. ἐν
τῷ μεταξὺ γάρ ἐστι τὰ τοιαῦτα τῶν τε μέσων κατὰ τὴν
δύναμιν φαρμάκων καὶ τῶν ἐμπλαστικῶν. τούτων δὲ ῥυπτικωτέρα
ῥητίνη τερμινθίνη καὶ λιβανωτὸς, τό τε ἀπηφρισμένον
μέλι, καὶ τὰ πικρὰ τῶν ἀμυγδάλων, ὥσπερ γε πάλιν
ἰσχυρότερον τούτων ἐστὶ τό τε τῶν ὀρόβων ἄλευρον ὁρμίνου
τε σπέρμα καὶ ἴρεως ῥίζα καὶ πάνακος. ἅπασι δὲ τούτοις
οἵ τε μαλακοὶ οἶνοι καὶ γλυκεῖς ὁ Κρητικὸς, Θηραῖος
καὶ Σκυβελίτης ἐπιτήδειοι, καὶ πρὸς αὐτοῖς οὐκ οἶδ’ ὅπως
ἠμελημένον τὸ καλούμενον ὑπὸ τῶν κατὰ τὴν ἡμετέραν
Ἀσίαν Ἑλλήνων ἕψημα. προσαγορεύουσι δὲ αὐτὸ σίραιον
οἱ Ἀττικίζοντες καὶ λέγουσιν, ὥσπερ ἕτεροι τὸ τῶν ἰσχάδων
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]