
De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
ἀφέψημα καὶ μάχη αὐτοῖς τέ ἐστιν, ὁπότερον αὐτῶν χρὴ
καλεῖν τὸ σίραιον. ἔστι δὲ δήπου καὶ αὐτὸ τοῦτο τὸ σίραιον,
ὃ τῶν λιπαρῶν ἰσχάδων ἑψομένων ἐν ὕδατι γίνεται
τῆς μέσης δυνάμεως, ἣν ῥυπτικὴν καὶ ἄδηκτον ὠνομάσαμεν.
τὸ μὲν οὖν ἑψόμενον γλεῦκος ἐμπλαστικώτατόν ἐστι καὶ
ἀδηκτότατον, τὸ δὲ τῶν ἰσχάδων ἀφέψημα διαφορητικώτερον
καὶ ῥυπτικώτερον. ὡς οὖν ἐν τοῖς ἔμπροσθεν εἶπον,
ἁπάντων χρὴ τῶν ἁπλῶν φαρμάκων ἀκριβῶς ἐπίστασθαι
τὰς δυνάμεις τὸν μέλλοντα σύνθετόν τι ποιήσειν. ὁ
δὲ αὐτὸς οὗτος καὶ τοῖς ὑφ’ ἑτέρων συντεθεῖσιν ὀρθῶς χρήσεται
καὶ μάλισθ’ ὅταν ἀδιορίστως ᾖ γεγραμμένα, καθάπερ
καὶ αἱ πλεῖσται τῶν ἀρτηριακῶν. εὔδηλον δ’ ὅτι καὶ ταῖς
μετὰ διορισμῶν γεγραμμέναις αὐτὸς οὗτος ἄμεινον χρήσεται.
κατὰ γὰρ τὸν ἀκριβῆ λόγον εἰς ὅσον ἡ τῶν παθῶν κατασκευὴ
μεταπίπτει, καὶ τὸ χρήσιμον ταύτῃ φάρμακον ὑπαλλάττεσθαι
χρή. τοῦτο δ’ ὀρθῶς μόνος ὁ τὴν δύναμιν εἰδὼς
ἑκάστου τῶν ἁπλῶν φαρμάκων ἀκριβῶς ἐπιστήσεται,
προστιθεὶς τῷ πρώτῳ φαρμάκῳ βραχύ τι τῆς ἐχομένης τάξεως,
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]