De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
τὸ πεπλυμένης προσθεῖναι, κᾀν τῷ τὸν Ἀσκληπιάδην τῶν
ἄλλων οὐγγίας μῖξαι, τουτέστιν ὁλκὰς ἢ δραχμὰς ἀργυρὰς
η΄. ἢ ἑπτὰ ἥμισυ, ἓξ δὲ τὸν Ἀνδρόμαχον. ἔτι τὸ καθόσον
μὲν ὁ Ἀσκληπιάδης βαλσάμου καρπὸν, ὁ δ’ Ἀνδρόμαχος
ξυλοβάλσαμον ἐμβάλλει καὶ πρὸς τούτοις, ὅτι μηδ’ ὅλως ὁ
Ἀσκληπιάδης τὸ ἄνθος τοῦ σχοίνου μίγνυσι, κατὰ δὲ τὴν
ἐπαγγελίαν τῶν ἔργων τοῦ φαρμάκου τῷ μὲν Ἀνδρομάχῳ
πλέον οὐδὲν γέγραπται τοῦ δίδοσθαι τισὶ μὲν ἓν κοχλιάριον,
τισὶ δὲ δύο μεθ’ ὕδατος ψυχροῦ κυάθων δ΄. ἢ θερμοῦ.
τῷ δ’ Ἀσκληπιάδῃ πλείω περὶ τῆς χρήσεως εἴρηται τῆς προκειμένης
ἀντιδότου. πρὸς μὲν γὰρ τὰς δυσπεψίας τῶν ὑγιαινόντων
κελεύει δίδοσθαι μίαν ὁλκὴν μεθ’ ὕδατος ψυχροῦ
κυάθων δ΄. ἡγοῦμαι δὲ λέγειν αὐτὸν δραχμὴν ἀργυρᾶν καὶ
γὰρ οὕτω σχεδὸν ἅπασι τοῖς νεωτέροις ἰατροῖς ἔθος ὀνομάζειν.
ἄλλο δὲ νοεῖν ἡμᾶς οὐδὲν ἡ τοῦ πράγματος φύσις ἀναγκάζει.
πρόδηλον δ’ ὅτι δραχμὴν λέγομεν νῦν ἐν τοῖς τοιούτοις
ἅπαντες ὅπερ Ῥωμαῖοι δηνάριον ὀνομάζουσιν. ἀλλ’
ἐπί γε τῶν βραδυπεπτούντων οὐχ ἁπάντων ἁρμόσει διδόναι
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]