De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
αὐτῷ διαθέσεις, ὥσπερ τὰς ἄλλας, οὕτω καὶ τὰς ὀνομαζομένας
αὐτοῖς ἀνατροπάς· ἐοίκασι δ’ οὕτω καλεῖν τάς τε
ἀνορεξίας καὶ τὰς ναυτιώδεις διαθέσεις, ἐφ’ αἷς ἐνίοτε μὲν
συμβαίνουσιν ἔμετοι, γίνονται δὲ καὶ δήξεις ἐν αὐτῷ τινες,
ὥσπερ βουλιμιώδεις τε καὶ ἀσώδεις διαθέσεις, ἐφ’ ὧν ἁπασῶν
κοινὴ μέν τις ἡ τῶν στυφόντων φαρμάκων εὕρηται
χρῆσις. ἐπιμέμικται δ’ αὐτῶν τοῖς πλείστοις τὰ θερμαίνοντα
καὶ ξηραίνοντα. γίνονται δὲ καὶ αἱ ἄλλαι διαθέσεις σπανιώτεραι
τῶν ὑγραινόντων ἢ ψυχόντων ἢ ἀμφοτέρων ἅμα
δεόμεναι φαρμάκων. τοῖς δὲ ἐκ πείρας ἄνευ λογικῆς μεθόδου
τὰ βοηθήματα εὑρίσκουσιν, εἰκότως τὰ πολλάκις ὠφελήσαντα,
μνημονεύεταί τε καὶ εἰς χρῆσιν ἄγεται. τῶν γὰρ
πλειστάκις ὡσαύτως ἑωραμένων τήρησίν τε καὶ μνήμην εἶναί
φασι τὴν ἑαυτῶν ἐμπειρίαν. ὥσπερ δὲ ἐν τῷ στόματι τῆς
κοιλίας, οὕτω καὶ κατ’ αὐτὴν ὅλην ἕκαστόν τε τῶν ἐντέρων
καὶ συνελόντι φάναι κατὰ πᾶν μόριον τοῦ σώματος αἱ αὐταὶ
δυσκρασίαι γινόμεναι τὰς ἐνεργείας τῶν ὁμοιομερῶν
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]