De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
ἂν καιρὸν οὗτος ἀτονώτερος ᾖ τῶν κάτω. τοῦτο τοίνυν τὸ
σύμπτωμα τὸ κατὰ τοὺς ἐμέτους ἓν μέν ἐστιν, ἕπεται δὲ
πολλαῖς διαθέσεσι διάφορον ἐχούσαις ἴασιν. ὡσαύτως δὲ καὶ
ὁ λυγμὸς ἐνίοτε μὲν ἐπιγίνεται τῷ στομάχῳ διὰ ψύξιν ἢ
πλήρωσιν, ἐνίοτε δὲ διὰ δῆξιν ὑγρῶν, δριμέων τε καὶ φαρμακωδῶν
ταῖς ποιότησιν. οὔκουν οἷόν τε φάρμακον εὑρεῖν
ἐστιν ἐπιτήδειον ἁπάσαις ταῖς εἰρημέναις διαθέσισιν. ἃ δ’
ἐφεξῆς ἀλλήλων ἔγραψεν ὁ Ἀσκληπιάδης δύο πρὸς τοῖς
ἄλλοις φάρμακα δέδεικται πολὺ διαφέρουσαν ἔχοντα τὴν οὐσίαν
τῆς ἀνθρωπίνης φύσεως, ἃ μάλιστα πάντων τῶν μορίων
τοῦ σώματος ὁ στόμαχος οὐ φέρει διὰ τὸ περιττὸν
τῆς αἰσθήσεως. ἀνιᾶται οὖν μεγάλως, κᾀπειδὰν τῶν στοματικῶν
τι φαρμάκων εἰς αὐτὸν τύχῃ παραῤῥυὲν, ὅσα χάλκανθον
ἤ τι τοιοῦτον ἔχει. τὸ γὰρ διὰ τῶν ὀπωρῶν ἐξ ἐδωδίμου
γέγονεν ὕλης. ἐναντιώτατον δέ ἐστιν ἀνθρώπου φύσει
τὸ χάλκανθον, ὥσπερ δὴ καὶ ὁ μανδραγόρας. φευκτέον οὖν
ἐστι τὰ δύο ταῦτα φάρμακα τὰ διὰ χρυσοβαλάνου τε καὶ
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]