De Compositione Medicamentorum secundum Locos VII-X (On the Composition of Drugs according to Places VII-X)
Kühn 1827
διδασκαλίαν. ἔστιν οὖν ἐν αὐτῷ πρῶτον ἁπάντων
διακρῖναι, πότερον ἀτονία τίς ἐστι τοῦ σπλάγχνου, καθάπερ
ἐπὶ τῶν κατὰ τὴν κοιλίαν εἴπομεν, ἢ καί τι ἄλλο πάθημα
κατείληφε τὸ σπλάγχνον, ἢ χωρὶς ἀτονίας πάσχει φλεγμαῖνον
ἢ σκιῤῥούμενον ἢ ἀποστήματι κάμνον ἢ ἐμφράξει, καθάπερ
καὶ ἐρυσιπελατώδη διάθεσιν ἴσχον ἢ ἕλκος, ἤ τινα σηπεδόνα.
καὶ γὰρ οὖν κᾀπὶ τούτου ἡπατικὴν λέγουσι, καθάπερ
κᾀπὶ τοῦ στόματος τῆς κοιλίας πάσχοντος οἱ πολλοὶ
τῶν ἰατρῶν τε καὶ τῶν ἰδιωτῶν ὀνομάζουσι στομαχικὴν
διάθεσιν ἐπὶ πολλοῖς συμπτώμασιν, οὐ κατὰ μίαν ἅπασι
γιγνομένοις διάθεσιν, ἀλλὰ κατὰ πολλὰς μιᾷ μέν τινι γενικῇ
κοινότητι παραλαμβανομένας, ἀλλήλων δὲ διαφερούσας εἰς
τοσοῦτον, ὡς ἐνίας αὐτῶν ἐναντιωτάτας εἶναι. πῶς γάρ τις
οὐκ ἐναντιωτάτην εἶναι φαίη τὴν μὲν ψυχρὰν δυσκρασίαν
τῇ θερμῇ, τῇ δὲ ὑγρᾷ τὴν ξηρὰν, καίτοι κατά γε τὸ γένος
εἰσὶν αἱ αὐταί. σχεδὸν δὲ καὶ πάντα τὰ ἐναντία τὰ αὐτὰ
τῷ γένει λέγων ἄν τις οὐκ ἂν ἁμάρτοι, καὶ γὰρ ἡ ἔννοια
Work
Title: De Compositione Medicamentorum secundum Locos VII-X
English: On the Composition of Drugs according to Places VII-X
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ τόπους VII-X
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 1-361
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_088-2.xml [705 Kb]