Digital Corpus for Graeco-Arabic Studies

Galen: De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)

Kühn 1827

φίλων ἔχειν ὁμολογοῦντος ἀντίγραφα τῶν πρώτων δυοῖν. ἐγκειμένων οὖν τῶν ἑταίρων αὖθίς με γράψαι τὴν αὐτὴν πραγματείαν, ἀναγκαῖον ἔδοξέ μοι δηλῶσαι περὶ τῶν προεκδοθέντων, ὅπως μή τις προεντυχὼν αὐτοῖς ποτε ζητοίη τὴν αἰτίαν τοῦ δίς με περὶ τῶν αὐτῶν πραγματεύσασθαι. κατ’ ἐκεῖνα μὲν οὖν ἐποιησάμην τὸν λόγον ἀπὸ τῆς ἀρχῆς τοῦ πρώτου βιβλίου πρὸς τοὺς σοφιστικῶς ἀναιροῦντας, ὡς οἷόν τε τὴν ἐπαγγελίαν τῶν συνθέτων φαρμάκων, ἐνίοις δὲ καὶ τῶν ἁπλῶν ἐπηρεάζοντας, ἅμα τοῦ σκώπτειν τοὺς γεγραφότας ὑπὲρ αὐτῶν, ὡς τὰ μὲν ἧπαρ ὠφελεῖ, τὰ δὲ σπλῆνα, τὰ δὲ νεφροὺς ἢ κύστιν ἢ κεφαλὴν ἢ πνεύμονα. πότερα γὰρ, φασὶν, ἐφεστηκώς τις αὐτοῖς προστάττει, καθάπερ ἐν τῇ τραγῳδίᾳ,

Σὺ μὲν βάδιζε τὰς ἐπ’ Ἰνάχου ῥοὰς, Σὺ δ’ ἀμφὶ Θήβας στεῖχε τὰς Καδμηΐας.

οὕτως ἐνταῦθα σὺ μὲν βάδιζε τὰς ἐφ’ ἥπατι πύλας, σὺ δ’ ἐπί τε κύστιν ἢ καὶ νεφροὺς δύο ἢ τὸ καταποθὲν εἰς τὴν κοιλίαν ἀναδίδοται μὲν εἰς ἧπαρ, ἐντεῦθεν δὲ φέρεται πάντῃ

Work

Title: Galen: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 13

Pages: 362-1058

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_089.xml [1.4 Mb]