De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ποιότητας ἐνεργεῖν. τίς γὰρ οὐκ οἶδε κώνειον ἢ μηκώνειον
ψύχοντα; καὶ μὴν εἰ θερμήνας αὐτὰ σφοδρῶς, προσφέροις
ζώου σώματι, καυτηρίῳ παραπλησίως ἕλκος ἐργάσῃ. καθάπερ
γε πάλιν εἰ νᾶπυ τρίψας ἐν ἀέρι ψυχρῷ, μεθ’ ὕδατος ψυχροτάτου
χειμῶνος ὥρᾳ, προσενέγκῃς ἐξαίφνης ἀραιῷ τε καὶ
ἀσθενεῖ σώματι, φρίξει οὐδὲν ἧττον ἢ εἰ χιὼν ἢ κρύσταλλος
ἔψαυσεν αὐτοῦ. ἀλλ’ ἐὰν ὁμιλήσῃ σώματι ζώου χρόνῳ πλέονι,
πρῶτα μὲν αἴσθησιν ἐργάσεται θερμασίας ὀλίγης, εἶτα πλείονος,
εἶθ’ οὕτω πολλῆς, ὡς ὑπὸ πυρὸς καίεσθαι δοκεῖν.
ἔμπαλιν δὲ κώνειόν τε καὶ μηκώνειον θερμὰ προσαχθέντα,
ἐὰν ὁμιλήσῃ τῷ σώματι χρόνῳ πλέονι, τοσαύτην ἐργάσεται
τὴν ψύξιν, ὡς ἀναίσθητα γενέσθαι τὰ σώματα, κᾂν πρότερον
αἰσθητικώτατα ὑπάρχῃ. διωρισμένων οὖν ἡμῖν τῶν τοιούτων
ἁπάντων ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως
ὑπομνήμασιν, ἕνδεκα τὸν ἀριθμὸν οὖσιν, ἐπ’ αὐτὴν
ἤδη τρέψομαι τὴν χρήσιμον διδασκαλίαν, ἐν ᾗ γυμνασάμενός
τις, ἐὰν καὶ μηδ’ ὅλως ἐπιφέρηται τὰς γραφὰς τῶν πολυφαρμάκων
δυνάμεων, οὐκ ἀπορήσει τῶν ἐπιτηδείων πρὸς ἕκαστον
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]