De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ἁπάντων ὑμᾶς ἀκριβῶς ἐπίστασθαι προσῆκεν, ἵνα ἐν
παντὶ χωρίῳ δύνησθε ῥᾳδίως ἐκ τῶν παρόντων συντιθέναι
τὰ λυσιτελοῦντα τοῖς θεραπείας δεομένοις σώμασιν, οὕτω
καὶ τῶν παρὰ φύσιν πασῶν διαθέσεων τὰς διαφορὰς ὑπόμνημα·
δεύτερον δὲ τὸ περὶ τῆς τῶν συμπτωμάτων, καὶ τρίτον
ἐπ’ αὐτοῖς, ἐν ᾧ περὶ τῶν τὰς νόσους ἐργαζομένων αἰτίων
διέρχομαι. καὶ πρὸς τούτοις ἄλλα τρία τῶν ἐν τοῖς
συμπτώμασιν αἰτίων. ἔχετε δὲ καὶ τὸ περὶ πλήθους ἐμὸν
γράμμα καὶ τὸ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς· ἐπ’ αὐτοῖς
τε τὰ τῆς θεραπευτικῆς μεθόδου, δι’ ὧν ἐμάθετε τάς τε διαθέσεις,
ὑφ’ ὧν ἐνέργεια βλάπτεται, καὶ ὡς ἡ θεραπεία τούτων
πρώτων ἐστὶν, ὥσπερ γε πάλιν ἡ προφυλακὴ τῶν ἐργαζομένων
αὐτὰς αἰτιῶν. ἐμάθετε δὲ καὶ ὅτι πρῶτος σκοπὸς
τῆς θεραπείας ἐκ τῶν νοσωδῶν εὑρίσκεται διαθέσεων,
ὅτε τε συνενδείκνυται τούτοις ἡ τοῦ πεπονθότος μορίου φύσις,
ἅμα τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος κράσει καὶ κατάστασιν
καὶ ἡλικίαν καὶ ὥραν καὶ χώραν, ἐπιτηδεύματά τε
καὶ ἔθη συνεπισκέπτονται πολλοὶ τῶν ἀρίστων ἰατρῶν,
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]