De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
γεγραμμένον φάρμακον τῆς Ἀτταλικῆς ἐμπλάστρου,
τῷ τὴν Ἀτταλικὴν ἓξ μὲν δραχμὰς τῆς σχιστῆς στυπτηρίας,
τρεῖς δὲ τοῦ λευκοῦ πεπέρεως, τὴν δ’ ὑπὸ τοῦ Ἀσκληπιάδου
γεγραμμένην τὸ μὲν λευκὸν οὐκ ἔχειν πέπερι, διπλάσιον
δὲ τὸν σταθμὸν τῆς σχιστῆς στυπτηρίας. εὔδηλον δ’ ὅτι στυπτικώτερον
μέν πως καὶ διὰ τοῦτο ἐπουλωτικώτερον ἔσται
τὸ τοῦ Ἀσκληπιάδου φάρμακον, διαφορητικώτερον τὸ Ἀτταλικὸν,
ὥσθ’ ὅπερ ἔφην καὶ πρόσθεν· οἱ ζητοῦντες, ὁπότερον
αὐτῶν ἐστι βέλτιον, οὐκ ἴσασι χρῆσθαι φαρμάκοις. εἰς
μὲν γὰρ τὴν ἐπούλωσιν, τὸ τοῦ Ἀσκληπιάδου βέλτιόν ἐστιν,
εἰς δὲ τὴν διαφόρησιν τὸ Ἀτταλικόν. ἑνὶ δὲ λόγῳ
μεμνῆσθαι χρὴ τοῦ ὑφ’ Ἱπποκράτους γεγραμμένου κατὰ τὸ
περὶ τροφῆς, ὡς ἐν τῷ πρὸς τὶ τό τε φαῦλον καὶ τὸ οὐ
φαῦλον λέγεται καὶ δηλονότι τὸ βλαβερόν τε καὶ ὠφέλιμον.
ἑτέρῳ γὰρ λόγῳ φαίης ἂν εἶναι τῆσδε τῆς ἐμπλάστρου τὴν
Ἀτταλικὴν βελτίονα, τῷ πολυχρηστοτέραν ἐκείνην ὑπάρχειν,
ἀμέλει καὶ αὐτὸς Ἀσκληπιάδης, ἐφεξῆς τῇδε τῇ νῦν εἰρημένῃ
γράφων αὐτὴν ἐκείνην τὴν διὰ τοῦ λευκοῦ πεπέρεως,
οὐκ ὀνομάζει Ἀτταλικὴν, ἀλλὰ Παμφίλειον, ἀγνοῶν, ὡς
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]