De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
πρὸς μὲν οὖν τὰ προειρημένα ποιεῖ καὶ τῆς χρυσοκόλλης
παραπεπλεγμένης. χωρὶς μέντοι ταύτης παρηγορικωτάτη ἐστὶ
καὶ ἄκρως ποιοῦσα πρὸς τὰ τῶν νεύρων νύγματα καὶ ὅπου
τι ἀναπλεῦσαι ἀπὸ μυῶν ἢ νεύρων δεῖ. τούτων τῶν τριῶν
ἐμπλάστρων, ἃς ὁ Ἥρας ἔγραψεν, ἡ πρώτη δι’ οἴνου σκευάζεταί
τε καὶ λέγεται. καὶ πολλοὶ τῶν ἡμετέρων διδασκάλων
τε καὶ φίλων αὐτῇ χρῶνται, χωρὶς ἰοῦ δηλονότι σκευαζομένῃ,
γεγραμμένῃ δὲ καὶ ὑπὸ Ἀνδρομάχου καὶ σχεδὸν ὑπὸ
πάντων τῶν συνθέντων ἐμπλάστρους ποικίλας. οἱ μὲν οὖν
πολλοὶ σκευάζοντες αὐτὴν ἀμελῶς εὐκαταφρόνητον ποιοῦσι
τὸ φάρμακον. ἔστι δὲ κάλλιστον, ἐὰν, ὡς γέγραπται, δι’ οἴνου
Φαλερίνου σκευασθῇ. μὴ παρόντος δὲ τούτου κιῤῥὸν οἶνον
χρὴ βάλλειν παλαιὸν, λεπτὸν τῇ συστάσει, καθόλου ἐγχωρεῖ
κιῤῥὸν τοῦτον ὑπάρχειν. ἴδιον γὰρ τῶν λευκῶν τὸ
διαφανές. εἰσὶ δὲ κιῤῥοὶ κάλλιστοι παρ’ ἡμῖν ἐν Ἀσίᾳ ὅ τε
Τμωλίτης καλούμενος καὶ ὁ Λέσβιος καὶ ὁ ἐνδοξότατος
παρὰ τοῖς παλαιοῖς Ἀριούσιος ὁ ἐν Χίῳ γεννώμενος, ᾧ
πάντες ἐχρῶντο πρὸς τὰ κάλλιστα τῶν φαρμάκων καὶ μάλιστα
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]