Digital Corpus for Graeco-Arabic Studies

Galen: De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)

Kühn 1827

οἱ νευρότρωτοι γίνονται, μέμνημαι δέ τινα τῶν οὕτω τετρωμένων, ἐπειδὴ τετάρτην ἡμέραν ἄγων ἀνώδυνος τελέως ἦν ἀφλέγμαντόν τε τὸ πεπονθὸς ἑώρα μόριον, ἐν κρύει πολλῷ προελθόντα τῆς οἰκίας ἐπί τινα πρᾶξιν ἀναγκαίαν, ἐν ᾗ διατρίψας ἐπὶ πλέον ἦλθεν οἴκαδε τεινόμενος τὸ κῶλον ὅλον ἄχρι τοῦ τραχήλου καὶ μεγάλης ὀδύνης αἰσθόμενος. ὡς δ’ ἀφικομένου τινὸς ἐπ’ ἐμὲ παραγενόμενος ὡς αὐτὸν ἐθεασάμην ἐν οἷς ἦν, ἀποῤῥῖψαι μὲν ἐκέλευσα τὸ κατὰ τὸ μόριον ἔλαιον ψυχρὸν ἐκ τῆς προόδου γεγονὸς, ἐλαίῳ δὲ θερμῷ καταντλήσας ὅλον τὸ κῶλον, εἶτα καὶ τοῦ τραχήλου τὸ κατ’ εὐθὺ μέρος, ἐλαιοβρεχέσιν ἐρίοις πυριάσας ἐπιθείς τε τὸ διὰ τοῦ εὐφορβίου φάρμακον ὑγρὸν ἅμα καστορίῳ, παρηγόρησα τὸν ἄνθρωπον αὐτίκα καὶ ὕπνου ἐπιγενομένου μέχρι τῆς ἑσπέρας ἐπέπαυτο πάντα τὰ συμπτώματα. περὶ παντὸς οὖν ποιεῖσθαι χρὴ θερμὸν διαμένειν τὸ ἔριον, εἴτ’ οὖν ἐλαίῳ μόνῳ βεβρεγμένον εἴτε καὶ ὀξελαίῳ τύχοι. γένοιτο δ’ ἂν τοῦτο περιβαλλομένων ἔξωθεν ἐρίων ἄλλων ξηρῶν, ἔνδον τε μένοντος, ὅταν ᾖ χειμὼν ἄχρι τῆς ε΄ ἢ τῆς ζ΄. 

Work

Title: Galen: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 13

Pages: 362-1058

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_089.xml [1.4 Mb]