De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
τῷ δάκνειν τὸ ἕλκος ὀδυνηρὰ γινόμενα, ῥεύματά τε
κινεῖ καὶ φλεγμονὰς ἐγείρει. ἀλλ’ ἐὰν πάλιν ἀσθενέστερον
πολὺ τοῦ πρώτου φαρμάκου προσενέγκῃς, ὑγρὸν καὶ ῥυπαρόν
ἔσται τὸ ἕλκος. τούτῳ τοίνυν ὁ τεχνωθεὶς ἰατρὸς τοῦ
διὰ μόνης ἐμπειρίας ἕλκος θεραπεύοντος ἀμείνων ἐστὶν, ὡς
ἂν ἐπιστάμενος οὐκ ἄλλῃ δυνάμει θεραπεύεσθαι τὸ ἕλκος
ὑπὸ τῶν φαρμάκων, ὅτι μὴ τῷ ξηρὸν οὕτως ἐργάζεσθαι τὸ
μόριον, ὡς ὅτ’ εἶχε κατὰ φύσιν. ἔσται δὲ τοῦτο δῆλον ἐκ
τοῦ μήτ’ ἀποῤῥεῖν ἔτι λεπτὸν ἰχῶρα πύου τε γένεσιν ὑποτρέφεσθαι.
εἰς τοῦτο δὲ ἀφίξεσθαι, καθ’ ὃν εἴρηκα τρόπον
ξηραινόμενα, τουτέστι στυφόμενά τε καὶ διαφορούμενα, κᾀπειδὰν
ξηρὰ μὲν ᾖ, ῥυπαρὰ δ’ ἔτι φαίνηται, διὰ τῶν ῥυπτικῶν
φαρμάκων καθαιρόμενα, περὶ ὧν καὶ αὐτῶν εἴρηται μέν
τι κᾀν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων ὑπομνήμασιν. ἡ τελειοτάτη
δὲ μέθοδος πᾶσα γέγραπται διὰ τῆς θεραπευτικῆς
πραγματείας, ἐν ᾗ προτετεχνῶσθαι χρὴ τὸν μέλλοντα τελέως
ὑπὸ τῶν νῦν λεγομένων ὠφεληθήσεσθαι. τοῦτο δ’ ὑμῖν τοῖς
ἑταίροις ἐγνωκὸς ὑπάρχειν, οἷς ταῦτα γράφεται, πάνυ σαφῶς
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]