Digital Corpus for Graeco-Arabic Studies

Galen: De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)

Kühn 1827

τὰ σίδια καὶ τὴν κηκίδα, οὐ μὴν διαφορητικήν γε δύναμιν ἔχοντα γενναίαν, ἀλλὰ τὴν καλουμένην στυπτικήν. εὔδηλον, δ’ ὅτι κηκίδα μὲν ἀεὶ βάλλειν προσήκει τὴν ὀμφακῖτιν ὀνομαζομένην, στυπτηρίαν δὲ τὴν Αἰγυπτίαν τε καὶ σχιστήν. εἰ δὲ ἀπορήσαιμεν αὐτῆς, τὴν στρογγύλην παχυμερεστέραν μὲν οὖσαν τῆς σχιστῆς, οὐχ ἧττον δὲ στύφουσαν. ὅτι δὲ σίδια τὰ τῆς ῥοιᾶς λέμματα καλεῖται πάντες γινώσκουσιν. ὀλιγοχρόνιός γε μήν ἐστι τῆς ἀκμῆς αὐτῶν ὁ καιρὸς, ἐάν τις θέλῃ ξηρὰ κόπτειν τε καὶ λειοῦν. ἅμα γὰρ τῷ ξηραίνεσθαι καὶ τὴν δύναμιν ἀσθενεστέραν ἔχει τὰ σίδια μετὰ τῆς διαφορουμένης ὑγρότητος αὐτῶν ἀπολλυμένην. ἀσφαλέστερον οὖν ἐστιν ἔγχυλα λαβόντα προαφεψεῖν ἐν οἴνῳ μέχρις ἂν εὐλείωτα γένηται. χρὴ δὲ τὸν οἶνον αὐστηρὸν μὲν εἶναι πάντως, ἀλλὰ μήτε λίαν νέον· οἱ γὰρ αὐστηροὶ παχυμερεῖς εἰσι, πρὶν χρονισθῆναι· μήτε λίαν παλαιὸν, ὡς ἤδη δριμὺν ὑπάρχειν αὐτόν. ὁ μὲν γὰρ νέος οὐκ εἰσδύεται τῷ βάθει τοῦ σώματος, ὁ δὲ παλαιὸς δριμὺς καὶ δακνώδης ἐστίν. ἀμείνων οὖν ὁ μέσος κατὰ τὴν ἡλικίαν. εἴη δ’ ἄν οὗτος τοὐπίπαν ἐν τῷ μεταξὺ τοῦ τε πενταετοῦς καὶ τοῦ δεκαετοῦς.

Work

Title: Galen: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 13

Pages: 362-1058

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_089.xml [1.4 Mb]