De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ἀνασμνῆσαι δὲ καὶ νῦν ἀναγκαῖόν ἐστι τοῦ πολλάκις πολλοῖς
εἰρημένου περὶ τῶν αὐστηρῶν καὶ στρυφνῶν καὶ ὅλως
στυφόντων οἴνων τε καὶ σιτίων καὶ φαρμάκων, ἔτι δὲ πρότερον
ὑπὲρ τῶν κατὰ τὰς εἰρημένας φωνὰς σημαινομένων.
ἐκ μὲν γὰρ τῆς αὐστηρὸν τὸ μετρίως στῦφον σημαίνεται
παρὰ τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς στρυφνὸν τὸ βιαίως καὶ
σφοδρῶς. τὸ δ’ ἀμφοῖν γένος κοινὸν ἐκ τοῦ τῆς στύψεως
ὀνόματος δηλοῦται, μὴ προσδιασαφουμένου πότερα σφοδρῶς
ἢ ἀμυδρῶς. πάντα μὲν οὖν τὰ στύφοντα συνάγει καὶ πυκνοῖ
τοὺς πόρους κᾀπιδεῖ καὶ σφίγγει τὴν οὐσίαν τῶν ὁμιλούντων
ἑαυτοῖς μορίων. ἧσσον δὲ καὶ μᾶλλον ἐργάζεται
τοῦτο πρὸς τὸ ποσὸν τῆς στύψεως. ἐν δὲ τῷ σφίγγεσθαι
καὶ πυκνοῦσθαι τὸ ἐπιπολῆς τοῦ στυφομένου σώματος ἀποκλείεταί
τε καὶ κωλύεται πρὸς τὸ βάθος ἰέναι τῶν στυφόντων
ἡ δύναμις. καὶ διὰ τοῦτο καλῶς ἐπενόησαν ἔνιοι τῶν
ἰατρῶν μιγνύναι τοῖς τοιούτοις φαρμάκοις ἕτερα λεπτομερῆ
καὶ δριμεῖαν ἔχοντα δύναμιν ἕνεκα τοῦ δι’ αὐτῶν εἰς τὸ
βάθος τοῦ σώματος ἄγεσθαι ποδηγουμένας τὰς τῶν στυφόντων
δυνάμεις. τοῦτ’ οὖν αὐτὸ νοήσας ὁ συνθεὶς αὐτὸ τὸ
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]