De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
δ’ ὁ λόγος αὐτῷ, κᾂν ἐν ἄλλῳ τινὶ καιρῷ συντιθῶμεν τὸ
φάρμακον, ἀντὶ τῆς ἡλιακῆς θερμασίας χρῆσθαι πυρί. καλλίω
μέντοι γίγνεται τὰ τοιαῦτα πάντα κατὰ τὸν θερινὸν
ἥλιον ἐν πολλαῖς ἡμέραις λειούμενα, τὰ μὲν δι’ οἴνου, τὰ δὲ
δι’ ὄξους. λεπτομερέστερα μὲν οὖν γίγνεται τὰ δι’ ὄξους
λειωθέντα καὶ διὰ τοῦτο καθαιρετικώτερά τε καὶ λεπτυντικώτερα
καὶ ξηραντικώτερα. πρὸς δὲ τὰς ἐπουλώσεις τὰ δι’
οἴνου βελτίω, καὶ χρεία γε τούτων γίγνεται προξηρανθέντων,
εἶτα προκαθαρθέντων τῶν δυσεπουλώτων ἑλκῶν. προξηρανθήσεται
μὲν οὖν διὰ τῶν ἰσχυρῶς ξηραινόντων, καθαρθήσεται
δὲ διὰ τῶν ῥυπτόντων, ἀπολωθήσεται δὲ διὰ τῶν
στυφόντων. ἄλλο. ἐφεξῆς δ’ ἕτερον φάρμακον ἔγραψεν ὁ
Ἡρακλείδης ἐκ μὲν τῆς αὐτῆς ὕλης, οὐκ ἰσχυρὸν δὲ διὰ τὸ
πολὺ τῆς λιθαργύρου μῖξαι τῷ διφρυγεῖ. τῆς μὲν γὰρ λιθαργύρου
πέντε καὶ τριάκοντα δραχμὰς ἀξιοῖ βάλλειν εἰς
αὐτὸ, τοῦ διφρυγοῦς δὲ ὀκτώ. καὶ ταῦτα δὲ ἀναλαμβάνει
κηρωτῆ, τοῦ μὲν κηροῦ ἐχούσης δραχ. μ΄. τοῦ δ’ ἐλαίου κο. γ΄.
ἐγὼ δὲ πολλάκις ἐχρησάμην μόνῳ τῷ διφρυγεῖ μετὰ τῆς τοιαύτης
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]