De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
δραχ. δ΄. ἄλλ. μ΄. ῥητίνης πιτυΐνης δραχ. β΄. στέατος ταυρείου
δραχ. δ΄. τήξας καὶ ἐάσας παγῆναι μίσγε τῷ τροχίσκῳ. χρῶ δὲ
πρὸς τραύματα ὡς κολλώδει καὶ ἀφλεγμάντῳ. ταῦτα μὲν
ὁ Ταραντῖνος. ἐγὼ δὲ τῇ μὲν οὕτως μιχθείσῃ φησὶ χρῆσθαι
δέον πρὸς τραύματα, πρὸς μέντοι τὰ κακοήθη τῶν ἑλκῶν
οὐ χρὴ μιγνύειν τὴν τοιαύτην κηρωτὴν, ἀλλ’ ἱκανὸς ὁ κηρὸς
μόνος, ὡς ἐπὶ τῶν ἔμπροσθεν εἴπομεν. καὶ εἰ δεήσει ποτὲ
μῖξαί τι τῶν μαλθακωδῶν αὐτῷ, βραχὺ μύρσινον ἢ κύπρινον
ἢ ῥόδινον ἔστω. βλάψεις δ’ οὐδὲν, οὐδ’ εἰ τὴν λάρικα
προσαγορευομένην ῥητίνην μίξειας, οὐδὲ τὴν τερμινθίνην, ἧττον
μὲν ἐπιτήδειον ὡς πρὸς τὰ τοιαῦτα τῶν ἑλκῶν οὖσαν,
οὐ μὴν ἀπόβλητόν γε. τὰς δ’ ἄλλας ῥητίνας οὐ χρὴ μιγνύναι
ἄνευ μεγάλης ἀπορίας τῶν προειρημένων. οὕτω δὲ καὶ
περὶ στέατος. οὐ γὰρ οὖν οὐδὲ τοῦτο μιγνύναι χρὴ, πλὴν
εἰ καὶ τὰ χείλη μαλάττειν ἐθέλῃς. ὅτι δὲ ξηραντικώτερον
ὑπάρχει τὸ ταύρειον στέαρ πάντων τῶν ἄλλων, ὅσα τῶν
ἡμέρων ζώων ἐστὶν, ἀκηκόατε πολλάκις. ὑπερέχει γὰρ
αὐτοῦ λεπτομέρεια, τό τε τοῦ λέοντος καὶ τὸ τῶν παρδάλεων
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]