De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
Κρίτωνος γράψαντος κοτύλας β΄. λοιπὸν δὲ περὶ τοῦ ἐλαίου
ζήτησις οὐ σμικρὰ γένοιτ’ ἂν ἡμῖν, οὐ μόνον κατὰ τοὺς
δύο τούτους ἄνδρας, ἀλλὰ καὶ κατ’ ἄλλους τῶν γραψάντων
τὸ φάρμακον, ὡς ἐφεξῆς ἐροῦμεν. οὗτοι δ’ οὖν κατὰ
τοῦτο διαφέρονται πρὸς ἀλλήλους. ὁ μὲν γὰρ Ἥρας ἔγραψεν
ἐλαίου ὠμοτριβοῦς κοτύλας στ΄. ἄμεινον γὰρ οὕτως γράφειν
ἢ ὥς τινες ἔγραψαν κυάθους στ΄. ἀξιοῦντός γε κατὰ
τὴν ἕψησιν τοῦ Ἥρα τὴν λιθάργυρον καὶ τὴν ἄσφαλτον
καὶ τὴν γῆν τὴν ἀμπελῖτιν, ἡμίεφθα ποιήσαντα, τηνικαῦτα
τῶν ἄλλων ἕκαστον ἐμβάλλειν. ἡμίεφθα δὲ οὐκ ἂν γένοιτο
κυάθων στ΄. ἐμβληθέντων. ἴσμεν γὰρ εἰς τὰς δραχ. ρ΄. τῆς λιθαργύρου
πολλοὺς πολλάκις τῶν φάρμακα συντιθέντων ἀνδρῶν
ἀξιοῦντας ἐμβάλλεσθαι κοτύλας β΄. καὶ ἤδη καὶ πᾶν
τοῦτο πρόσθεν εἶπον ἐν τῷ α΄. τῶνδε τῶν ὑπομνημάτων
ὡς ἐγχωρεῖ καὶ τῶν μεταλλικῶν οὐγγίας θ΄. τὴν κοτύλην
εἶναι, καθάπερ τινὲς ᾠήθησαν. ἐγχωρεῖ δὲ καὶ ιβ΄. συμβάλλειν,
ὡς ἄλλοι κελεύουσιν εὖ εἰδότες, εἰ μὲν μὲν ἐπὶ πλέον
ἑψηθείη τὸ φάρμακον, ἔσται δὲ τοῦτο πλέονος ἐμβληθέντος
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]