De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
χρὴ τῶν γεγραμμένων ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων
πραγματείᾳ, κατὰ μὲν τὰ πρῶτα βιβλία τὴν μέθοδον εἰπόντος
μου, καθ’ ἣν εὑρίσκονται τῶν φαρμάκων αἱ δυνάμεις,
μετὰ τοῦ καὶ γυμνάσασθαι κατ’ αὐτὴν ἐπὶ παραδειγμάτων
πλειόνων, ἐν δὲ τοῖς ἑξῆς ἑκάστου κατ’ ὄνομα μνημονεύσαντος.
ὁ γὰρ ἐκείνων μεμνημένος εὐκόλως παρακολουθήσει
τῷ λογισμῷ τῶν συνθέντων ταυτὶ τὰ φάρμακα τὰ νῦν ἡμῖν
προκείμενα καὶ δηλονότι καὶ αὐτὸς ἕτερα συνθήσει, καθ’
ὃν ἂν χρόνον ἀπορῇ τῶν ἤδη προπεπειραμένων. πολλὰ γὰρ
τοιαῦτα συμβαίνει πολλοῖς ἐν ἀποδημίαις, ταῖς τε ἄλλαις
καὶ μάλιστα ταῖς κατὰ πλοῦν, ὅπου γε καὶ κατὰ χώραν μενόντων
ἀπώλετό τινων ἡ παρασκευὴ τῶν φαρμάκων, ἐξ ὧν
ἐθεράπευον τοὺς δεομένους, ὥσθ’ ὑπὸ λύπης αὐτοὺς συντακέντας
ἀποθανεῖν. ἄριστον μὲν οὖν ἤδη τοῖς πεῖραν δεδωκόσι
φαρμάκοις χρῆσθαι κατὰ τὴν εἰρημένην μέθοδον. εἰ
δ’, ὡς ἔφην, ἀπορήσαιμέν ποτε τούτων, ἕξιν ἔχειν αὐτοὺς
τοιαύτην, ὡς δύνασθαι συντιθέναι παραπλήσια τοῖς ἤδη δεδωκόσιν
ἱκανὴν πεῖραν, ὥσπερ πολλάκις κᾀμὲ ὁρᾶτε πράττοντα
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]