De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ἐν τῷ λόγῳ φάρμακον. ἐφ’ ὧν δὲ σηπεδών τις
ὑπάρχει, παῦσαι ταύτην ἐπιτήδειόν ἐστι, διαφοροῦν τοὺς ἐργαζομένους
αὐτὴν ἰσχῶρας. ἡ δ’ αὐτὴ δύναμις τοῦ φαρμάκου
καὶ τὰς χοιράδας ἰᾶται. ἐπεὶ δὲ ῥυπτικά τινα τῶν ἐμβεβλημένων
ἐστὶν ἐν αὐτῷ, διὰ τοῦτο καὶ λέπρας καθαίρει.
σκοπὸς μὲν γὰρ ἐπὶ τοῦ παθήματος τούτου τὸ οἷον ἀπολεπίσαι
τὸ κατεσκληρυσμένον τοῦ δέρματος. ἐργάζεται δὲ τοῦτο
τὰ ὑπερξηραίνοντα μετὰ τοῦ ῥύπτειν. εἰ μὲν γὰρ εἰς τὸ
κατὰ φύσιν ἐπανελθεῖν ἠδύνατο τοῦ δέρματος ἡ διάθεσις,
οὐκ ἄν τις τὸ κατεξηρασμένον ὑπερεξήραινεν. ἐπεὶ δὲ οὐχ
οἷόν τέ ἐστι τὸ ἤδη λεπρῶδες ἰαθῆναι, δεύτερος ἂν εἴη σκοπὸς,
ὅσπερ ἐπὶ πάντων τῶν ἀνιάτων ἐστὶ κοινὸς, ἐκκόψαι.
τοῦ σώματος τὸ ἀνίατον. ἐκκόπτεται δὲ ποτὲ μὲν σιδήρῳ,
ποτὲ δὲ πυρὶ, ποτὲ δὲ φαρμάκῳ ἤτοι καυστικοῖς ἢ διαφορητικοῖς
τε ἅμα καὶ ῥυπτικοῖς, ὁποῖόν ἐστι τὸ προκείμενον
νῦν. ὥσπερ οὖν οὗτος ὁ λόγος κοινός ἐστιν ἐπὶ πάσης λέπρας,
οὕτως καὶ ὁ περὶ τῆς σαρκώσεως. ἐπεὶ γὰρ, ὡς ἐν
τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου δέδεικται, τὰ σαρκωτικὰ
καλούμενα φάρμακα δυνάμεώς ἐστιν ἀδήκτου
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]