De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ὅσα μὴ πονηρὰν πάνυ ἔχει τὴν κατασκευὴν, ἐπ’ ἐκείνων γὰρ
αὖθις εἰρήσεται τὰ πρόσφορα φάρμακα. πρῶτον κᾀνταῦθα
τὴν μέθοδον ἐρῶ, καθ’ ἣν μαθήσετε πολλὰς τοιαύτας ἐμπλάστρους
συντιθέναι. διττὸς δ’ αὐτῆς ὁ σκοπὸς, ὁ μέν τις κοινὸς
ἁπάντων τῶν κατὰ μέθοδον συντιθεμένων φαρμάκων,
ὁ δέ τις ἴδιος, ὁ πρὸς τὴν χρόαν τούτων διαφέρων. ὅσα τοίνυν
ἐγνώκατε κατὰ τὴν περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείαν,
ἀδήκτως μὲν ἰσχυρῶς δὲ πάνυ ξηραίνοντα, ταῦτα ἀναμνήσθητε.
πάντως δ’ εἶναι προσῆκεν αὐτὰ πρὸς τῷ μὴ δάκνειν
ἢ στύφειν σαφῶς, ἔτι καὶ ῥύπτειν δύνασθαι. καὶ γὰρ
καὶ κοῖλα φαίνεται τὰ πλεῖστα τῶν τοιούτων ἑλκῶν, ὡς ἐξ
ἀναβρώσεως ὑγρῶν κακοήθων γενόμενα καὶ διὰ τοῦτο σαρκωθῆναι
δεόμενα. δέδεικται δ’ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς
μεθόδου τὰ σαρκοῦντα φάρμακα πάντα ῥυπτικὴν ἔχοντα
δύναμιν. πολλὰ μὲν οὖν καὶ ἄλλα φάρμακα ξηρὰν δύναμιν
ἔχει τοιούτων ἑλκῶν θεραπευτικήν. ἀλλὰ νῦν ἡμεῖς ἀναμνησθῶμεν
τῶν ἤτοι φυλάξαι τὴν λευκότητα τῆς συντεθειμένης
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]