De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
τινὰ δ’ αὐτοῦ τοῦ πεπονθότος μορίου διαφθείροντος τὸ
ἐπιῤῥέον, εἰ καὶ χρηστὸν εἴη, τὰ κατὰ τὸν δεύτερον τρόπον
ἕλκη, δυσεπούλωτα καὶ κακοήθη καλοῦσιν ἰδίως ἐφ’ ὧν ἐνίοτε
πᾶν ἐκκόπτειν τὸ πεπονθὸς ἢ καίειν ἀναγκάζονταί τινες,
ἤτοι φαρμάκοις ἐσχαρωτικοῖς ἢ πυρὶ χρώμενοι. πλάτους
δ’ ὄντος συχνοῦ καθ’ ἑκάτερον τὸν τρόπον ἐν τῷ μᾶλλόν
τε καὶ ἧττον ἕτερον ἑτέρου δυσεπούλωτόν τε καὶ κακόηθες
εἶναι, τοσοῦτον ἀριθμὸν ὑπάρχειν τῶν ἰωμένων φαρμάκων
ἀναγκαῖόν ἐστιν, ὅσος ἂν ᾖ καὶ αὐτῶν τῶν ἑλκῶν. εἰκότως
οὖν ἕκαστον τῶν ἕν ἐχόντων φάρμακον ἐπαγγελλόμενον
ἐπουλοῦν ἕλκη κακοήθη, πολλάκις ἀποτυγχάνει. δύο γὰρ
ἡτοιμάσθαι χρὴ τοὐλάχιστον, ᾧ πρόκειται πάντα θεραπεύειν
τὰ τοιαῦτα, τῆς αὐτῆς μὲν ἐπαγγελίας καὶ δυνάμεως
ὑπάρχοντα, διαφέροντα δὲ ἀλλήλων οὐχ ἁπλῶς τῷ μᾶλλόν
τε καὶ ἧττον, ἀλλ’ ὡς ἄν τις εἴποι σαφέστατα τῷ μάλιστα
τε καὶ ἥκιστα. καθάπερ οὖν ἐπὶ πάντων τῶν παθῶν
ἐδείκνυμεν ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν εὑρίσκεσθαι
πρώτην μὲν ἁπασῶν τὴν καθόλου δύναμιν τῶν
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]