De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ἀπὸ μὲν αὐτῶν τῶν παθῶν τῆς ἐναντίας αὐτοῖς κράσεως,
ἀπὸ δὲ τῆς ἑκάστου φύσεως ὅλης τοῦ ζώου καὶ καθ’ ἕκαστον
αὖ πάλιν μόριον οἰκείας τε καὶ ὁμοίας, ὥστε κᾂν
ἁπλοῦν ἕλκος ἔχῃ τις κοῖλον, ἀπὸ μὲν τῶν αὐτῶν κατὰ
γένος, οὐ μικρὰν δὲ ἐχόντων ἐν τοῖς κατὰ μέρος εἴδεσι διαφορὰν
ἡ θεραπεία γενήσεται. καὶ διὰ τοῦτ’ ἐδείχθη τῶν
ἀπαραλλάκτως ὁμοίων ἑλκῶν ἔνια μὲν ἀπὸ τῶν ἱκανῶς ξηραινόντων
φαρμάκων θεραπευόμενα, πάνακος ῥίζης, ἀριστολοχίας,
ἀκόρου τε καὶ ἴρεως, ἔνια δὲ ὑπὸ μόνου λιβανωτοῦ,
καίτοι μὴ σαρκοῦντος, ἀλλὰ διαπυΐσκοντος ἐκείνας τὰς φύσεις,
ἃς ἀριστολοχία σαρκοῖ. καθάπερ δ’ ἐν τοῖς θεραπευομένοις
σώμασιν ἡ κατὰ μέρος διαφορὰ παμπόλλη τίς ἐστι,
κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἑλκῶν. ἁπλοῦν μὲν γὰρ ἕλκος
κοῖλόν τε καὶ καθαρὸν ὑπὸ τῶν μετρίως ξηραινόντων
θεραπεύεται, ῥυπαρὸν δὲ καὶ κακόηθες καὶ τοῖς χείλεσι μὲν
ὀχθῶδες, πλαδαρὸν δὲ τῇ κατὰ τὸ δέρμα σαρκὶ τῶν
σφοδρότατα ξηραινόντων δεῖται. ἐπὶ τούτων οὖν τῶν ἑλκῶν,
ἐπειδὴ καὶ περὶ τούτων ὁ λόγος ἐστὶν, ὁ μὲν λιβανωτὸς
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]