De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
οὕτως ἐστὶν ἀσθενὲς φάρμακον, ὡς μηδὲ διαπυΐσκειν
δύνασθαι. λιθάργυρος δὲ τούτου μὲν ἰσχυρότερον, ἀλλ’ ἔτι
καὶ αὐτὸ κατωτέρω τῶν μέσων. ἡ ξηρὰ δὲ πίττα τῶν μέσων,
ὥσπερ γε ταύτην ὑπεράνω κατὰ τὸ ξηραίνειν ὁ κεκαυμένος
χαλκὸς ἥ τε χρυσοκόλλα καὶ τὸ διφρυγές. ἐναργῶς δὲ
ξηραίνει χαλκῖτις κεκαυμένη καὶ ἰὸς καὶ μίσυ καὶ χάλκανθος
ἥ τε λεπὶς τοῦ χαλκοῦ, καὶ κατὰ θάτερον τρόπον ὅσα
στρυφνὰ, κηκὶς, ὀμφακῖτις, σίδια, στυπτηρία. διαβρωτικὰ δὲ
πρὶν καυθῆναι χαλκῖτίς τε καὶ ἰὸς καὶ μίσυ καὶ τίτανος.
ὅσα μὲν οὖν ἰσχυροτάτας ἔχει δυνάμεις, ἐπὶ πάντων δοκεῖ
τῶν σωμάτων τὴν αὐτὴν ἐνέργειαν ἐπιδείκνυσθαι· τὰ δὲ
ἀσθενῆ σαφῆ τὴν διαφορὰν ἐνδείκνυται, προσέχοντί σοι δὲ
τὸν νοῦν οὐδὲ ἧττον φανεῖται. καὶ τοῖς ἰσχυροῖς φαρμάκοις
οὐ μικρὰ διαφορὰ τῆς ἐνεργείας, ἣν ποιεῖται κατὰ τὰ μαλακὰ
καὶ σκληρὰ σώματα, καὶ γὰρ θᾶττον ἅπτεται τῶν μαλακῶν
καὶ σφοδρότερον ἀνιᾷ καὶ φλεγμονὰς ἐπεγείρει μείζονας.
ὁπότ’ οὖν ταῦτά μοι χρησίμως οὐκ εἰς τὰ παρόντα
μόνον, ἀλλὰ καὶ εἰς ἄλλα πολλὰ τῶν κατὰ τήνδε τὴν πραγματείαν
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]