De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
τὰ μεταλλικὰ παρασκευαζόμενα πρὸς τὸ ξηραίνειν ἀδήκτως.
καὶ διὰ τοῦτο καὶ τὴν ἕψησιν αὐτοῖς προσέθηκεν ὁ Κρίτων
ᾧδέ πως γράψας αὐτοῖς ὀνόμασιν. ἕψε λιθάργυρον,
ἔλαιον ἕως συστραφῇ ποσῶς, εἶτε λεπίδα χαλκοῦ καὶ ἰὸν
ἕως συστραφῇ καὶ εὔχρους γένηται, εἶτα πίσσαν ἐπίβαλλε,
εἶτα ψύξας λάδανον λεῖον γενόμενον σὺν οἴνῳ προσέχων
μὴ ὑπερζέσῃ τούτου βληθέντος, εἶτα ἐπὶ μαλακοῦ πυρὸς
ἑνώσας κατάχει καὶ μάλασσε. αὕτη μὲν ἡ τῆς ἑψήσεως γραφή.
ἐγχωρεῖ δὲ καὶ πλεῖον ἔλαιον βαλόντας ἐπὶ πλέον ἑψῆσαι,
πρῶτον μὲν τὴν λιθάργυρον, εἶτα κατὰ ταύτην ἐμβληθέντας
τόν τε ἰὸν καὶ τὴν λεπίδα καὶ τὸν χαλκόν. τὰ γὰρ
ἐπὶ πλέον ἑψόμενα διττὴν ἐπί γε τῶν τοιούτων ἑλκῶν ἀρετὴν
ἐπικτᾶται, ξηραντικώτερα ταὶ ἀδηκτότερα γινόμενα. περὶ
μὲν οὖν τῶν ἄλλων φαρμάκων τῶν ἁπλῶν, ὅσα κατὰ τὴν
προκειμένην ἔμπλαστρον εἴρηται τῷ Κρίτωνι, λέλεκταί μοι
συμμέτρως. ἐφύλαξα δὲ τὸν περὶ τοῦ λαδάνου λόγον, ὅτι
καὶ μόνον ἁρμόττει τοῖς δυσεπουλώτοις σὺν οἴνῳ τριβόμενον,
οὐχ ὅτι δεῖται οἴνου δυνάμεως, ἀλλ’ ὅτι σκληρότερόν
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]