De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
Ἃ δ’ Ἀρχιγένης ἔγραψε περὶ τῶν τοιούτων ἑλκῶν ἐν τῷ
δευτέρῳ περὶ φαρμάκων βιβλίῳ διὰ τῆς ἐκείνου λέξεως αὐτοῖς
ὀνόμασιν οὕτω γέγραπται. περὶ ἑλκῶν ἀτυλώτων καὶ
παλαιῶν. τῶν δ’ ἑλκῶν τὰ μὲν παλαιὰ οὕτως ἐπουλοῦν·
κοινῷ τινι ἀνακαθάρας ἔλαιον παλαιότατον μετὰ μοτῶν
ἐπιτίθει. ἢ ἰὸν ξυστὸν μετὰ κηρωτῆς ῥοδίνης, ὀλίγον ῥητίνης
ἐχούσης ἀναλαβὼν ἐπιτίθει. καὶ λεπίδος ἐρυθροῦ χαλκοῦ
ὡς πλεῖστον ἀναλαβὼν κηρωτῇ μυρσίνῃ χρῶ. ἢ ἀμύλου
πεπλυμένου μέρη γ΄. στέατος μοσχείου μέρη γ΄. κηροῦ
Τυῤῥηνικοῦ μέρος α΄. τήξας τὰ τηκτὰ μίσγε τὸ ἄμυλον καὶ
χρῶ. ἢ διφρυγοῦς καὶ λεπίδος χαλκοῦ ἀνὰ δραχ. δ΄. μάννης δραχ. η΄.
σὺν ὄξει εὖ λεάνας μέχρι μέλιτος πάχους, κηροῦ μὲν δραχ. λβ΄.
μετ’ ἐλαίου κο. α΄ S". τήξας κατάχει καὶ ἑνώσας χρῶ, ἔμμοτον
ἢ ἔλασσον τὸ ἔλαιον καὶ σπλήνιον ποίει. ἢ χαλκίτιδος,
ψιμυθίου ἴσον, ἁλὸς κοινοῦ τὸ διπλοῦν, λιθαργύρου τὸ διπλοῦν
τοῦ ἁλὸς, οἴνῳ καὶ ἐλαίῳ ἐναλλὰξ λεαίνων ὡς λιπαρῷ
χρῶ. ἢ λιθαργύρου, ψιμυθίου, διφρυγοῦς ἴσα, ἀσβέστου
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]