De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ῥυπτικῆς. ὅσα δὲ τῆς ὕλης ταύτης ἐστὶν, εἰς τουτὶ τὸ νῦν
ἡμῖν προκείμενον ἐν τῷ λόγῳ φάρμακον, ἔχει μὲν τὸ ῥυπτικὸν,
οὐκ ἔχει δὲ τὸ ἄδηκτον· διὰ τοῦτο μίγνυμεν αὐτοῖς
ὑγρὰν κηρωτὴν ἐκ κηροῦ καὶ ῥητίνης συγκειμένην τετηκότων
ἐν ἐλαίῳ. ὁ μὲν γὰρ κηρὸς καὶ τὸ ἔλαιον ὥσπερ ἀμβλυτικὰ
δριμυτήτων ἐστὶν, οὕτως ἐμπλαστικὰ καὶ διὰ τοῦτο
ῥύπου γεννητικά. ἡ ῥητίνη δὲ τὸ ἄδηκτον ἔχουσα τὸ ἐμπλαστικὸν
οὐκ ἔχει, ῥυπτικῆς οὖσα δυνάμεως ἕλκεσι μὲν ἤδη
δακνώδους, τοῖς δὲ ἀνελκώτοις ἀδήκτου. τὴν δ’ ἐν τῇ μίξει
συμμετρίαν στοχαστικῶς μὲν πρὸ τῆς πείρας, ἐπιστημονικῶς
δὲ μετὰ τὴν πεῖραν εὑρήσομεν ἅμα τῷ γινώσκειν, ὅτι
τὸ μὲν καθαρὸν ἕλκος ἀκριβῶς ἀδήκτου δεῖται δυνάμεως
τοῦ ῥυπτικοῦ, τὸ δὲ ῥυπαρὸν ἰσχυροτέρου. τούτου γὰρ ὁ
ῥύπος ἐστὶ πρόβλημα, τὸ καθαρὸν δὲ γυμνὸν ὁμιλεῖ τῷ
ψαύοντι. καὶ μέντοι καὶ τῶν σωμάτων αὐτῶν τὰ μὲν αἰσθητικωτέραν
ἔχει τὴν οὐσίαν τὰ δὲ δυσαισθητικωτέραν, καὶ
τὰ μὲν μαλακωτέραν, τὰ δὲ σκληροτέραν. διὰ τοῦτο οὖν καὶ
ὁ Κρίτων ἐπὶ τοῦ προκειμένου φαρμάκου πρὸς ἓν μέρος
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]