De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ἡ σκληρότης ἐστὶ τοῦ φλεγμαίνοντος μέρους, ἀλλὰ τοὐναντίον
ἅπαν, ὡς ἐν τοῖς περὶ αὐτῆς λόγοις δείκνυμεν, ὑγρότης. ἐν
δὲ τοῖς σκιῤῥουμένοις οὐχ ὑγρότης ἐστὶν ἡ ἐπικρατοῦσα
κατὰ τὸ πεπονθὸς μόριον, ἀλλ’ ἡ σκληρότης. ἀμφοτέρων δὲ
τῶν παθῶν ὁμογενής πώς ἐστιν ἡ γένεσις καὶ ἡ ἴασις. γεννᾶται
γὰρ ἐξ ἐπιῤῥοῆς, ἰᾶται δὲ κενωθέντων αὐτῶν. οὐ μὴν
ὅ γε τρόπος τῆς κενώσεως ἐπ’ ἀμφοῖν ὁ αὐτὸς, ἀλλὰ ὡς
ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ δέδεικται, καθ’
ἣν καὶ τῶν ἄλλων ἁπάντων παθῶν ἡ τῆς ἰάσεως εἴρηται
μέθοδος, ἐπὶ μὲν τῶν φλεγμαινόντων μορίων ἥ τε ἀποκρουστικὴ
ποιότης τῶν φαρμάκων ὠφέλιμός ἐστι κατὰ τοὺς πρώτους
χρόνους, ἥ τε διαφορητικὴ μέχρι παντός. κατὰ δὲ τοὺς
σκίῤῥους ἡ διαφορητικὴ μόνη χωρὶς τῆς ἀποκρουστικῆς. τὰ
μὲν οὖν τελέως σκιῤῥωθέντα τελέως ἐστὶν ἀνίατα. διαγινώσκειν
δ’ αὐτὰ χρὴ τῷ μηδεμίαν αἴσθησιν ὑπολείπεσθαι τοῖς
πεπονθόσι μέρεσιν. ἐφ’ ὧν δ’ ἐστὶ μὲν αἴσθησις, ἀλλ’ ἀμυδρὰ,
θεραπεύεται ταῦτα διὰ φαρμάκων διαφορούντων μὲν
δηλονότι τὸ παχυνθὲν ὑγρὸν, οὐ μὴν ἰσχυρῶς γε καὶ ἀθρόως
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]