Digital Corpus for Graeco-Arabic Studies

Galen: De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)

Kühn 1827

τοῦτο ποιούντων, ὡς τὰ διαφορητικὰ ποιοῦσι φάρμακα. καλοῦσι δὲ ἐπισπαστικά τε καὶ ἐξιπωτικὰ τὰ τοιαῦτα. θαυμάζειν δ’ οὐ χρὴ τὴν μετάπτωσιν εἰς σκληρότητα γιγνομένην ἐκ τῶν φλεγμαινόντων, ὅταν ἅμα τό τε ἐπιῤῥυὲν ὑγρὸν ᾖ παχύτερόν τε καὶ γλίσχρον, ἥ τε ἴασις διὰ φαρμάκων γένηται ξηραινόντων σφοδρῶς. ὡς γὰρ κᾀπὶ τῶν ἐκτὸς αὐτῷ μὲν ὁμιλοῦντα τῷ πυρὶ πολλὰ τῶν σωμάτων φρύγεται, δι’ ὕδατος δὲ ἀναμαλάττεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν φλεγμαινόντων ἡ κατὰ τὸν πεπονθότα τόπον ὑγρότης ὑπὸ μὲν τῶν θερμαινόντων τε καὶ ξηραινόντων ἰσχυρότερον φαρμάκων ὑπολειπόμενον ἴσχει τι γλίσχρον καὶ παχὺ, διαφορηθέντος τοῦ λεπτοῦ. καὶ τούτῳ τῷ τρόπῳ κατά τε τὰς ἀρθρίτιδας οἱ πῶροι γίγνονται καὶ κατὰ τὰς νεφρίτιδας οἱ λίθοι. ἐὰν δέ ποτε τὸ φλεγμονὴν ἐργασόμενον ῥεῦμα λεπτὸν ᾖ κατὰ τὴν σύστασιν, ἥ τε ἴασις αὐτοῦ διὰ τῶν ξηραινόντων καὶ θερμαινόντων γένηται φαρμάκων, οὐδὲν ὑπολείπεται σκιῤῥῶδες. οὐχ ἥκιστα δὲ καὶ τὰ σφοδρῶς ψύχοντά τε καὶ στύφοντα τοὺς σκίῤῥους εἴωθεν ἐργάσασθαι. καὶ πολλοὺς ἐξ ἐρυσιπελάτων ἀμέτρως παθόντων ταῦτα σκιῤῥώδεις

Work

Title: Galen: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 13

Pages: 362-1058

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_089.xml [1.4 Mb]