De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
μὴ παρόντος δ’ ἐνίοτε μηδενὸς τοιούτου τῶν ἁπλῶν
ἂν εὐπορῶμεν δυοῖν, ὧν τὸ μὲν ἀριθμοῖς πέντε, τὸ δὲ τρισὶ
θερμότερον, μίξαντες αὐτὰ τὸ μέσον ἐργασόμεθα, τέτρασιν
ἀριθμοῖς ὑπερέχον τοῦ συμμέτρου. τινὰ δὲ τῶν ἁπλῶν οὐδ’
εἰς χρῆσιν ἀχθῆναι δύναται χωρὶς ἑτέρας μίξεως, οἷον ὅταν
ἐμπλαστὸν φάρμακον ἐπιτιθέναι τινὶ βουλώμεθα. τῶν γὰρ
ἁπλῶν οὐδὲν ἐπιτήδειον εἰς τὴν τοιαύτην χρείαν. οὔτ’ οὖν
ἄσφαλτος οὔτε κηρὸς οὔτε ῥητίνη, καθάπερ οὐδὲ πίσσα
πρόπολίς τε καὶ λάδανον, ἔτι δὲ μᾶλλον ἰὸς καὶ ψιμύθιον
ἢ λιθάργυρος ἢ μολύβδαινα ἢ τῶν ἄλλων τι μεταλλικῶν
φαρμάκων. ὡσαύτως οὐδὲ βοτάναι μόναι φάρμακον
ἐμπλαστὸν δύνανται ποιεῖν. εἰκότως οὖν ἐπενόησαν οἱ πρώτως
συνθέντες ἐμπλαστὰ φάρμακα καὶ δι’ ἐλαίου μίξεως
ἕψειν μὲν τὰ μεταλλικὰ, τήκειν δὲ τὰ τηκτὰ, προσεμβάλλειν
δ’ αὐτοῖς καὶ βοτάνας ξηρὰς, κεκομμένας τε καὶ διηθημένας.
ἐφ’ ἑτέρων πάλιν διαθέσεων, χρεία ἑνὸς φαρμάκου μόνου
τῶν αὐτοφυῶν ἐστιν, ἐπιμίγνυμεν δ’ αὐτῷ τινὰ, ποτὲ μὲν
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]