De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
τὰ νέα, ταῖς δὲ μὴ τοιαύταις ὠφελιμώτερα τὰ παλαιά.
καὶ ὅσῳ γ’ ἂν ᾖ χρονιωτέρα τε καὶ δύσλυτος ἡ φλεγμονὴ,
τοσούτῳ τὰ παλαιὰ χρησιμώτερα καὶ μόνα θεραπεύειν ἱκανὰ
μηδενὸς ἐπιῤῥέοντος ἔτι τῷ πεπονθότι μορίῳ. εἰ δ’ ἐπιῤῥέοι
τι, μικτὴν εἶναι χρὴ καὶ τοῦ φαρμάκου τὴν δύναμιν, οἵαπερ
ἐστὶ τοῦ συντεθέντος ὑπ’ ἐμοῦ. διὰ τοῦτο γοῦν ἔμιξα τοῖς
διαφοροῦσι τὴν χαλκῖτιν καὶ τὸν φοίνικα, παντάπασιν ὀλίγας
φλεγμονὰς εἰδὼς χρονιζούσας, ἐφ’ ὧν οὐδὲν ἐπιῤῥεῖ. διὰ
γὰρ τοὺς ἐπιῤῥέοντας αὐτοῖς χυμοὺς εἰώθασι χρονίζειν. ἀρχομένων
δὲ καὶ αὐξανομένων τῶν φλεγμονῶν ἐπικρατεῖν
προσήκει τὴν τῶν στυφόντων τε καὶ ψυχόντων φαρμάκων
δύναμιν, καὶ διὰ τοῦτο τηκόμενον εἰς πάχος κηρωτῆς ὑγρᾶς
τὸ ἐμπλαστὸν τοῦτο φάρμακον ἱκανῶς πολύχρηστον γίγνεται
ποτὲ μὲν οἴνου προσλαμβάνον ἢ ὄξους ἢ ὕδατος, ἔστι
δὲ ὅτε δι’ ὠμοτριβοῦς ἐλαίου τηκόμενον ἤ τινος τῶν στύψιν
ἐχόντων, οἷόν ἐστι τὸ Σπανόν τε καὶ τὸ Ἰστρικὸν, ἢ
διά τινος τῶν γλυκέων ἄνευ στύψεως ἢ διὰ παλαιοῦ. καὶ
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]