Digital Corpus for Graeco-Arabic Studies

Galen: De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)

Kühn 1827

χρόας, αὐτῷ τε συνομοιῶσαι τὸ πᾶν. ἐστοχάσθαι δὲ δεῖ τὴν τοιαύτην ἔμπλαστρον συντιθέντα πρὸς τῇ ποσότητι τοῦ ἰοῦ καὶ τῆς τῶν μιγνυμένων αὐτῷ χροιᾶς καὶ τοῦ τρόπου τῆς ἑψήσεως, ἐπὶ μὲν τῶν μιγνυμένων φυλαττόμενον τὰς δυσκινήτους χροιὰς, ὁπόσαι τῶν ξανθῶν εἰσι καὶ πυῤῥῶν καὶ μελάνων φαρμάκων. λέγω δὲ ξανθῶν μὲν καὶ πυῤῥῶν, οἷά πέρ ἐστι τό τε τῆς μηλίτου καὶ τὸ τῆς κεκαυμένης χαλκίτεως, ἀρσενικοῦ τε καὶ σανδαράχης. μελάνων δὲ, οἷά περ πίττης τε καὶ ἀσφάλτου καὶ γῆς ἀμπελίτιδος καὶ λίθου γαγάτου. κατὰ δὲ τὴν ἕψησιν οὐ χρὴ τοῖς ἐπὶ τοῦ πυρὸς ἑνουμένοις συμβάλλεσθαι τὸν ἰὸν, ἀλλ’ ἑνωθεῖσι μίγνυσθαι κατὰ τὴν θυείαν, εἴπερ ἐθέλοις τῇ χρόᾳ χλωρὸν διαμεῖναι τὸ φάρμακον. εἰ δέ γε μηλίνην βούλοιο ποιῆσαι τὴν ἔμπλαστρον, εἰδέναι χρή σε κατὰ τὴν ἕψησιν, εἰς πρώτην μὲν ταύτην τὴν χρόαν μεταβαλόντα τὸν ἰὸν, ὕστερον δὲ εἰς τὴν κιῤῥὰν, ὡς γενέσθαι τὴν ὀνομαζομένην δίχρωμον ἔμπλαστρον. ἐν γὰρ τῷ μετὰ τὴν ἕψησιν χρόνῳ, μετ’ ὀλίγας ἡμέρας ἐπιπολῆς μὲν αὐτῇ γίγνεται τὸ φαιότερον, εἰς τὸ βάθος δὲ τοῦ φαρμάκου συντρέχει τὸ κιῤῥόν. ἐπεὶ δὲ περὶ τῆς χρόας αὐτῶν 

Work

Title: Galen: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 13

Pages: 362-1058

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_089.xml [1.4 Mb]