Digital Corpus for Graeco-Arabic Studies

Galen: De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)

Kühn 1827

εἴρηται τὰ προσήκοντα, μεταβήσομαι πάλιν ἐπὶ τὸν περὶ τῶν δυνάμεων λόγον, ἀναμνήσας ὅθεν πρώτως ὡρμήθην κατὰ τόδε τὸ βιβλίον. ὡρμήθην δὲ, εἴ τι μεμνήμεθα, περὶ τῶν σαρκωτικῶν φαρμάκων εἰπεῖν, ὧν ὁ μὲν τῆς δυνάμεως σκοπός ἐστιν ἐν τῷ μετρίως τε καὶ ἀδήκτως ῥύπτειν τε καὶ ξηραίνειν. αἱ δὲ κατ’ εἴδη συνθέσεις διάφοροι κατὰ τὰς τῶν ἁπλῶν φαρμάκων ὕλας ὑπαλλαττόμεναι. πρόδηλον δ’ ὅτι τὰ κυρίως τε καὶ πρώτως ὀνομαζόμενα σαρκωτικὰ τῶν ἀπεριστάτων ἐλκῶν ἐστι σαρκωτικὰ, τουτέστιν ὅσα κοῖλα μὲν οὐ μὴν ῥύπον ἢ φλεγμονὴν ἔχει συνοῦσαν, ἔτι δὲ μᾶλλον οὐδ’ ἐπιῤῥοὴν ὑγρῶν μοχθηρῶν, οὐδὲ δύσκρατον κατὰ τὸ κοῖλον ἕλκος σάρκα. μιγνυμένου γάρ τινος τῶν εἰρημένων τῇ κοιλότητι, πρότερον ἐκεῖνο θεραπευτέον ἐστίν. οἱ σκοποὶ δὲ τῆς θεραπείας αὐτῶν εἰσιν ἐπὶ μὲν τῶν ῥυπαρῶν τὰ ῥύπτειν δυνάμενα φάρμακα. τῶν δ’ ἐξ ἐπιῤῥοῆς ὑγροῦ τὸ ξηραίνειν τε καὶ ἀποκρούεσθαι τὸ ἐπιῤῥέον. εἰ δ’ εἴη πολὺ καὶ δυσνίκητον, τὴν αἰτίαν τῆς ἐπιῤῥοῆς ἐκκόψαι πρότερον. εὔδηλον δ’ ὅτι καὶ τῶν μὲν φλεγμαινόντων τὴν φλεγμονὴν

Work

Title: Galen: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 13

Pages: 362-1058

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_089.xml [1.4 Mb]