Digital Corpus for Graeco-Arabic Studies

Galen: De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)

Kühn 1827

ἰᾶσθαι χρὴ, τῶν δὲ δύσκρατον ἐχόντων τὴν σάρκα μορίων, εὔκρατον ταύτην ἐργάσασθαι, δυσκράτου δὲ αὐτῆς γιγνομένης, κατὰ τρόπους ἁπλοῦς μὲν τέτταρας, συνθέτους δὲ ἄλλους τέτταρας, ἡ ἴασις ἔσται διὰ τῶν ἐναντίων ποιοτήτων. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις εἰρήσεται, περὶ δὲ τῶν ἰσχυρῶς ῥυπτόντων φαρμάκων ἐφεξῆς ἐρῶ.

[Περὶ τῶν ἰσχυρῶς ῥυπτόντων φαρμάκων.] Ὅτι μὲν ἐκ τοῦ γένους ἐστὶ ταῦτα τῶν προειρημένων, ὅσα τῷ μετρίως ῥύπτειν ἕλκεσι κοίλοις, καθαροῖς, ἀπεριστάτοις προσεφέρετο μηδ’ ὅλως δάκνοντα, λέλεκται πρόσθεν. ἐπιτεταμένην δὲ τὴν ῥυπτικὴν δύναμιν ἔχει τὰ τὸν πολὺν ἀφαιροῦντα ῥύπον, ὥστ’ ἔνια τῶν εἰρημένων φαρμάκων χλωρῶν ἑνὶ μόνῳ τῶν ἁπλῶς σαρκωτικῶν διαφέρει τῷ πλήθει τοῦ ἰοῦ. τινὰ δὲ καὶ τῶν ἄλλων, ὅσα ῥύπτει σφοδρῶς μίξει, καθάπερ ἴσις ὀνομαζομένη καὶ τὸ τοῦ Μαχαιρίωνος, ᾧ ἡμεῖς χρώμεθα συνήθως, ἐλαιώδει καλουμένῳ διὰ τὴν χρῆσιν. ἔνθα γὰρ ἡμῖν πρόκειται σαρκῶσαι κόλπον, ἐλαίῳ πολλῷ τήκοντες ἐγχέομεν αὐτὸ δι’ εὐθυτρήτου κέρατος, ἐν τρόπῳ κλυστῆρος

Work

Title: Galen: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη

Domains: Medicine, Pharmacology

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1827

Series: Claudii Galeni Opera Omnia

Volume: 13

Pages: 362-1058

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_089.xml [1.4 Mb]