De Compositione Medicamentorum per Genera (On the Composition of Drugs according to Kind)
Kühn 1827
ὑείᾳ κύστει συνημμένου, χρώμεθα καὶ τοῖς καλουμένοις πυουλκοῖς
ἐπ’ αὐτοῦ· καὶ γὰρ καὶ τούτων, ὅσοις εὐρύτερόν
ἐστι τὸ τρῆμα, χρήσιμοι πρὸς τὴν τοιαύτην ὑπηρεσίαν εἰσί.
πρόδηλον δ’ ὅτι τὸν μὲν ῥυπαρὸν κόλπον ἐργαζόμεθα καθαρὸν,
ἀκρατέστερον χρώμενοι τῷ φαρμάκῳ, τουτέστιν ἐλάττονι
μιγνύντες ἐλαίῳ, τὸν δὲ καθαρὸν ἐπὶ πλέον ὑγρασμένῳ
δι’ ἐλαίου δαψιλεστέρου μίξεως. εἰ μὲν οὖν ὑποψία τις εἴη
μεμιγμένης φλεγμονῆς ἔτι βραχείας τῷ κόλπῳ, διὰ ῥοδίνου
πάντως τηκέσθω τὸ φάρμακον. εἰ δ’ ἀφλέγμαντος εἴη, δι’
ἐλαίου, κᾂν ἀδήκτως ἀνέχηται τῆς τοῦ παλαιοῦ μίξεως,
ἐκείνῳ διατηκέσθω τὸ φάρμακον. ἐπιτήδειον δὲ εἰς τὴν τοιαύτην
χρῆσίν ἐστιν οὐ τοῦτο μόνον τὸ φάρμακον, ἀλλὰ καὶ
τὸ τοῦ Μαχαιρίωνος καὶ ἡ ἴσις, ὅσα τ’ ἄλλα γεγράφασιν οἱ
πρὸ ἐμοῦ μετὰ κηρωτῆς μιγνύμενα σαρκωτικὰ γίγνεσθαι κοίλων
ἑλκῶν. ἅπαντα γὰρ ταῦτα, χωρὶς τοῦ μιχθῆναι κηρωτῇ,
δι’ ἐλαίου καὶ ῥοδίνου τηκόμενα τοῖς κόλποις ἐνίεται διὰ
τὸ μὴ δύνασθαι τὴν καλουμένην ἔμμοτον σύστασιν ἐνίεσθαι
κόλποις, οὕτως γέ τοι καὶ τὸ διὰ τοῦ κεκαυμένου χάρτου
Work
Title: De Compositione Medicamentorum per Genera
English: On the Composition of Drugs according to Kind
Original: Περὶ συνθέσεως φαρμάκων τῶν κατὰ γένη
Domains: Medicine, Pharmacology
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1827
Series: Claudii Galeni Opera Omnia
Volume: 13
Pages: 362-1058
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_089.xml [1.4 Mb]